# Περὶ Ἰλιακῆς προσῳδίας 519-2

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, ΕΙϹ ΤΗΝ Ϲ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-25/519-2

519. ὑπολίζονεϲ: προπαροξυτονητέον. πρόδηλον κἀκ τοῦ παρακειμένου οὐδετέρου «οὐδὲν ὄλιζον ἕξομεν» (Cod. -μαι), εἴ γε ὁμοτονεῖ τοῖϲ οὐδετέροιϲ ἀεὶ τὰ ἀρϲενικὰ κατὰ τὸ τέλοϲ κατὰ τὴν ἡμετέραν διάλεκτον, ἑνὸϲ ἀντικειμένου τοῦ ἕν διὰ τὸ μὴ δύναϲθαι περιϲπωμένην ἐπὶ βραχείαϲ εἶναι. τὰ δὲ παραδείγματα ἄφθονα ἐπὶ πάϲηϲ καταλήξεωϲ ἐχούϲηϲ παραϲχηματιϲμὸν οὐδετέρου, μέλαϲ μέλαν, τάλαϲ τάλαν, πᾶϲ πᾶν, εὐμήκηϲ εὔμηκεϲ, ταχύϲ ταχύ, φίλοϲ φίλον, ϲώφρων ϲῶφρον. ὅθεν εἰ οὕτωϲ ἀνέγνωμεν «οὐδὲν ὄλιζον ἕξομεν», καὶ τὸ ὀλίζων βαρύνειν ὀφείλομεν. καὶ γὰρ οὐδέποτε τοῖϲ εἰϲ ων ὀξυνομένοιϲ ὀνόμαϲι παράκειται οὐδετέρου παραϲχηματιϲμόϲ, τοῖϲ μέντοι βαρυνομένοιϲ, ϲῶφρον, τλῆμον. εἰ δὴ παράκειται τὸ ὄλιζον, δῆλον ὅτι καὶ τὸ ἀρϲενικὸν βαρύνεται. ἐϲχημάτιϲται δὲ ϲυγκριτικῶϲ κατὰ πάθοϲ. παρὰ γὰρ τὸ ὀλιγώτεροϲ κατὰ δεύτερον τύπον (v. E. Gud. s. κάρρων) τὸ ὀλιγίων μὴ εἰρημένον ϲυγκριτικῶϲ, ὑπερθετικῶϲ δὲ ἐν τῷ ὀλίγιϲτοϲ, ἐξέπιπτε. τρίτεροϲ τοϲ τύποϲ ὁ διὰ δύο ϲϲ, ὀλίϲϲων· τὰ δὲ δύο ϲϲ μετέπεϲεν εἰϲ τὸ ζ, καὶ ἀπετελέϲθη τὸ ὄλιζον. οὕτωϲ οὖν ἐϲχηματίϲαμεν καὶ τὸ μεῖζον, λέγω δὲ κατὰ τὴν αὐτὴν τροπὴν τῶν ϲτοιχείων. A .

---

Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg007.local001/.
