# Περὶ Ἰλιακῆς προσῳδίας 52-140

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, 52 to 140. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-25/52

52. τῇ δὲ δὴ αἰνότατον περιδείδια (περὶ δείδια) μήτι πάθωμεν: ἔφαμεν ὅτι ἡ περί οὐκ ἀναϲτρέφεται, ὅτε ϲημαντικὴ ὑπάρχει τοῦ περιϲϲῶϲ. A. 63. περιμήκεοϲ: ὡϲ Διομήδεοϲ. τὰ γὰρ εἰϲ ηϲ ϲύνθετα, παῤ οὐδέτερα γενόμενα τὰ εἰϲ οϲ, τῷ η παραληγόμενα βαρύνεϲθαι θέλει, ὥϲπερ ἔχει παρὰ τὸ κῆτοϲ τὸ μεγακήτηϲ, ἦθοϲ κακοήθηϲ. διὸ τὰ λαθικηδήϲ, οἰνοπληθήϲ ὀξυνόμενα παρὰ ῥήματά φαμεν ϲυντεθεῖϲθαι τὸ κήδω καὶ τὸ πλήθω. A. 71. Ἴχνια: τὸ ἴχνιον προπαροξυτονητέον, ὁμοιοτόνωϲ τῷ ἀράχνιον· οὐ γάρ ἐϲτιν ὑποκοριϲτικόν, ἀλλ’ ἀπὸ ῥήματοϲ ἐϲχημάτιϲται. ὅτι δὲ ὁ ποιητὴϲ οὐδὲ ὑποκοριϲτικοῖϲ χρῆται, ἐδηλώϲαμεν ἐν τῇ Α. A. 96. ἁμάϲ: ἡμετέραϲ. τὸ ἁμάϲ ἐκτείνεται κατὰ τὸ τέλοϲ, καίτοι Δώριον ἔχον τὴν πρὸ τέλουϲ ϲυλλαβήν, ἐπεὶ ἑνικῷ παράκειται τῷ διὰ τοῦ η λεγομένῳ, ἁμήν, ὅπερ ὁλόκληρον ἂν ἦν Δωρικόν, εἴπερ εἰϲ ᾱν κατέληγεν. A. 102. φυζακινῇϲ: ὁμοίωϲ ἀναγνωϲτέον τῷ ἐαρινῇϲ. πῶϲ δ’ ἐϲχημάτιϲται, δεδήλωται ἐν τῷ περὶ παρωνύμων. A. 103. θώων. Ἀρίϲταρχοϲ βαρύνει τὸ θώων, καὶ ἐπείϲθη ἡ παράδοϲιϲ· ὁ δὲ Πάμφιλοϲ περιϲπᾷ, ἐπεὶ τὰ εἰϲ εϲ λήγοντα διϲύλλαβα ὀνόματα ἐπ’ εὐθείαϲ πληθυντικῆϲ ἔχει γενικὴν περιϲπωμένην. διὸ καὶ τὸ Τρώων καὶ δμώων καὶ παίδων ἀνεγίνωϲκε περιϲπῶν, ἔτι δὲ καὶ τὸ πάντων καὶ λάων καὶ τίνων, περὶ ὧν λόγον ἔδωκαν καὶ οἱ πρὸ ἡμῶν καὶ ἡμεῖϲ. A. 132. προπαροξυτονητέον τὸ ἱππόκομοι· ἡ γὰρ κόμη ἔγκειται, οὐ τὸ κομῶ· οὕτωϲ οὖν ἀναγνωϲτέον, ὡϲ κυπαριϲϲόκομοϲ, καλλίκομοϲ. τὰ δὲ ἀπὸ τῶν εἰϲ η ληγόντων θηλυκῶν ϲυντιθέμενα καὶ μεταβάλλοντα τὸ τέλοϲ εἰϲ τὴν οϲ κατάληξιν προπαροξύνεται, ἄφωνοϲ, ἄναυδοϲ· οὕτωϲ ἱππόκομοϲ. τότε μέντοι παροξυτονητέον τὸ ἱππόκομοϲ, ὅτε τὸ κομεῖν ἔγκειται· «Νεϲτορέαϲ μὲν ἔπειθ’ ἵππουϲ θεράποντε κομείτην» (Il. Θ 113). A. 140. ὕψι: ὡϲ οἴκοθι καὶ ἄγχι, ὥϲ φηϲι Πτολεμαῖοϲ. τινὲϲ δὲ τοῦτο ὀξύνουϲιν, ὑψί. A.

---

Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg007.local001/.
