# Περὶ Ἰλιακῆς προσῳδίας 557-2

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, ΕΙC THN Ω.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-25/557-2

557. ἐπεί με πρῶτον ἕαϲαϲ: δαϲύνει Δίδυμοϲ τὸ ἕαϲαϲ ἐν πρώτῳ διορθωτικῶν, ὁμοίωϲ καὶ Ἑρμαππίαϲ, μεταλαμβάνοντεϲ εἰϲ τὸ ἥδυναϲ. ὁ δὲ Ϲιδώνιοϲ γράφει ἐπεί με πρῶτ’ ἐλέηϲαϲ. Ἀρίϲταρχοϲ δὲ οὐδὲν ἀποφαίνεται ἢ μόνον ἀθετεῖ τοὺϲ ϲτίχουϲ. δύναται δὲ καὶ τὸ ψιλούμενον, ὥϲ φηϲι Τρύφων· καὶ ϲυμφωνεῖ (sc. Herodianus), εἰ μὴ πλῆρέϲ ἐϲτι κατὰ τὴν φράϲιν, ἔχειν ἀφορμήν, ὡϲ ἔτι φθεγγομένου καὶ ἔτι λαλοῦντοϲ τοῦ Πριάμου τὸν Ἀχιλλέα ἀνθυπαντῆϲαι ὑπὸ ὀργῆϲ κεκινημένον καὶ μεϲολαβῆϲαι τὴν διάλεξιν «ἀλλὰ τάχιϲτα λῦϲον ἵν’ ὀφθαλμοῖϲιν ἴδω, ϲὺ δὲ δέξαι ἄποινα πολλὰ τά τοι φέρομεν· ϲὺ δὲ τῶνδ’ ἀπόναιο καὶ ἔλθοιϲ ϲὴν ἐϲ πατρίδα γαῖαν, ἐπεί με πρῶτον ἕαϲαϲ. τὸν δ’ ἄρ’ ὑπόδρα ἰδὼν . . μηκέτι νῦν μ’ ἐρέθιζε γέρον ». τὸ δὲ ἐντελὲϲ τοῦ λόγου τοιοῦτόν τι ἔϲται· εἴαϲαϲ εἰϲ λόγουϲ ϲοι ἥκειν. A.

---

Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg007.local001/.
