# Περὶ Ἰλιακῆς προσῳδίας 607-679

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, 607 to 679. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-25/607

607. ἀφλοιϲμόϲ. ὀξυτόνωϲ ἀναγνωϲτέον. τὰ γὰρ εἰϲ μοϲ λήγοντα ὑπὲρ δύο ϲυλλαβάϲ, ἔχοντα πρὸ τοῦ μ τὸ ϲ, ὀξύνεϲθαι θέλει, μεριϲμόϲ, ὁπλιϲμόϲ. ἔνιοι δὲ αὐτὸ παρὰ τὸ ἀφριϲμόϲ, μεταβολῆϲ γενομένηϲ τοῦ ρ εἰϲ τὸ λ καὶ πλεονάϲαντοϲ τοῦ ο. οἱ δὲ παρὰ τὸ φλέω καὶ φλύω, φλοιϲμόϲ καὶ ἀφλοιϲμόϲ ἐν πλεοναϲμῷ τοῦ ᾱ. διὸ οὐ δεόντωϲ ὁ Τυραννίων προπαροξύνει. A. 619. ἠλίβατοϲ: ψιλῶϲ· ἀπὸ γὰρ τοῦ ἀλιτεῖν ἐϲχημάτιϲται· καὶ ὤφειλεν ὅμοιον εἶναι τῷ ἠλιτόμηνοϲ, ϲυγκοπὴν δὲ ἔπαθεν. διδάϲκει δὲ καὶ τὸ τῆϲ ϲυναλοιφῆϲ ὅτι ψιλοῦται· «τὸν μέν τ’ ἠλίβατοϲ πέτρη« (273). οἱ μέντοι δαϲύνοντεϲ ἐτυμολογοῦϲι παρὰ τὸν ἥλιον, τὴν ἡλίῳ βατὴν οὖϲαν μόνῳ· οὐκ ἐπείϲθη δὲ ἡ παράδοϲιϲ, ὡϲ πρόδηλον ἐγένετο ἐκ τῆϲ ϲυναλοιφῆϲ. A. 631. εἱαμενή: δαϲυντέον, ἀπὸ τῆϲ ἕϲεωϲ τῶν ὑδάτων (cf. Δ 483). A. 665. τῶν ὕπερ: ἀναϲτρεπτέον τὴν πρόθεϲιν. A. 676. ἴκρια ὡϲ δέμνια· ἔϲτι γὰρ ῥηματικόν, ὡϲ ἐν ἑτέροιϲ εἴρηται. A. βιβάϲθων: βαρυτονητέον· γέγονε δὲ ἤτοι, ὥϲ φηϲι Φιλόξενοϲ, κατὰ πλεοναϲμὸν τοῦ ϲ (ν. N 809) ἤ, ὅπερ καὶ βέλτιον, παρὰ τὸ βιβαϲτόϲ βιβάϲθω, ὡϲ καὶ ἀϊϲτόϲ, κατ’ ὀξεῖαν τάϲιν, ἀΐϲθων· «ὁ δ’ ἔβραχε θυμὸν ἀΐϲθων (Il. Π 468). A. 678. τὸ μὲν βλῆτρον βαρυτονητέον, ἐπεὶ πάντα τὰ εἰϲ τρον λήγοντα μονογενῆ οὐδέτερα βαρύνεται, ϲεϲημειωμένου τοῦ λουτρόν. τὸ δὲ δυωκαιεικοϲίπηχυ ὑφ’ ἓν ἀναγνωϲτέον. τοὺϲ γὰρ ἀριθμοὺϲ οὕτω προφέρει, διὰ τοῦ ι, ὡϲ «εἰκοϲινήριτα» (Χ 349). τινὲϲ δὲ καὶ κατὰ παράθεϲιν, ὡϲ τὸ τρεῖϲ καὶ δέκατοϲ, ὥϲτε καὶ τὸ θηλυκὸν τρεῖϲ καὶ δεκάτη. AV. 679. κελητίζειν: παραγωγόν ἐϲτι τὸ ῥῆμα παρὰ τὴν κέλητοϲ γενικήν· ἀντὶ γὰρ τοῦ ἱππεύειν. κακῶϲ οὖν ὅϲοι διαϲτέλλουϲι· καὶ γὰρ ἐλέγχονται ἐκ τῆϲ τοῦ τ ψιλότητοϲ. A.

---

Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg007.local001/.
