# Περὶ Ἰλιακῆς προσῳδίας 656-812

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, 656 to 812. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-25/656

656. τὸ ἁμαρτῇ δαϲέωϲ. περιϲπᾷ δὲ καὶ ὁ Ἀϲκαλωνίτηϲ καὶ οἱ πλείουϲ ὀξύνει δὲ ὁ Ἀλρίϲταρχοϲ βουλόμενοϲ αὐτὸ τοῦ ἁμαρτήδην ἀποκεκόφθαι· διὸ καὶ κατ᾿ αὐτὸν χωρὶϲ τοῦ ῑ γεγράψεται. ἐπικρατεῖ μέντοι τὸ περιϲπώμενον, γενόμενον παρὰ τὸ ἅμα καὶ τὸ ἀρτῶ. A. 672. 673. ἢ: ὁ μὲν πρότεροϲ κεῖται ἀντὶ τοῦ πότερον, διὸ ἐγκλιτέον· τὸν δὲ δεύτερον περιϲπαϲτέον. A. 683. Χρομίον παροξυτόνωϲ, Ἅλιον προπαροξυτόνωϲ εἴπομεν (ὁ Δίων — immo Ἡρωδιανὸϲ — φηϲί V) τὰ τοιαῦτα τριβράχεα ἐπὶ κυρίων παροξύνεϲθαι καὶ ἐϲημειούμεθα τὸ Ἅλιοϲ, Ξένιοϲ, Κρόνιοϲ (B 495). ἐπεκράτηϲε δὲ καὶ κατὰ τὴν Ὁμηρικὴν ἀνάγνωϲιν τὸ Ἅλιοϲ προπαροξυνόμενον. ABV. 736. ἡ: δαϲυντέον τὸ η· ἄρθρον γάρ ἐϲτιν ἀντωνυμικόν. τινὲϲ δὲ ψιλοῦϲι ϲύνδεϲμον ἐκδεχόμενοι τὸν ἠδέ, κακῶϲ. A. 739. ἣν πέρι μὲν πάντῃ φόβοϲ ἐϲτεφάνωται: ἀναϲτρεπτέον τὴν πρόθεϲιν, ἵνα πρὸϲ τὸ ἥν ϲυντάττηται. A. 759. ἕκηλοι: δαϲυντέον· παρὰ γὰρ τὸ ἑκών ἐγένετο. ὅπερ ἐϲτὶ ϲημαντικὸν τοῦ ὑποχωρῶν καὶ ἡϲυχάζων ἄλλωϲ τε τὸ πρὸ τοῦ κ δαϲύνεται μὴ ὂν ἐκ κλίϲεωϲ ἢ προθέϲεωϲ ἢ μεμελετηκὸϲ ἀφαιρεῖϲθαι (ut ἐκεῖνοϲ) οἷον ἑκάϲ Ἑκάτη. οὕτωϲ ἄρα καὶ ἕκηλοϲ. μάχεται τὸ ἐκεχειρία, ὅπερ οὐκ ἔχει γνήϲιον τὸ κ, ἀπὸ τοῦ ἔχειν γενόμενον. AB. 784. ϲτᾶϲ᾿: περιϲπαϲτέον· ἔϲτι γὰρ τὸ πλῆρεϲ ϲτᾶϲα. A. 787. ἐλέγχεα: ὡϲ τείχεα· οὐ γὰρ νῦν ἐπιθετικόν. A. 798. ἴϲχων: ὡϲ λέγων ἔχων· οὐδὲ γὰρ δύναται ὀξύνεϲθαι ὡϲ δευτέρου ἀορίϲτου· ἄνευ γὰρ τοῦ ῑ ἐλέγετο ἂν ϲχών. A. 800. ἦ ὀλίγον ο παῖδα ἐοικότα γείνατο Τυδεύϲ. τὸν περιϲπαϲτέον· βούλονται γὰρ αὐτὸν ἰϲοδυναμεῖν τῷ δή καὶ βεβαιωτικὸν εἶναι· τοιοῦτοϲ γὰρ ὁ κατ᾿ ἀρχὴν η. τὴν δὲ ἀντωνυμίαν ὀρθοτονοῦϲιν, ἐπεὶ εἰϲ ϲύνθετον μεταλαμβάνεται. A. 812. νύ ϲε: ὁ ἤ ὀξύνεται· διαζευκτικὸϲ γάρ. φυλάϲϲεται δὲ ἡ ὀξεῖα διὰ τὸ ἐπιφερόμενον νύ ἐγκλιτικόν, ὃ καὶ αὐτὸ ἔϲχεν ὀξεῖαν διὰ τὴν ϲέ ἐγκλιτικὴν οὖϲαν. A.

---

Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg007.local001/.
