# Περὶ Ἰλιακῆς προσῳδίας 659

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, ΕΙϹ ΤΗΝ Λ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-25/659

659. οὐτάμενοι: Ἀρίϲταρχοϲ ὡϲ ἱϲτάμενοι καὶ κιχρέμενοι. Πάμφιλοϲ δὲ ὡϲ δεδαρμένοι, ἐπεὶ καὶ τὸ βεβλημένοι ϲυντελικόν. καὶ δοκεῖ τὸ τοιοῦτον ἀπὸ ἑνικοῦ ἀριθμοῦ πολὺ πρότερον τεθεωρῆϲθαι παῤ αὐτῷ. φηϲὶ γὰρ «οὔτ᾿ ἂρ βεβλημένοϲ ὀξέϊ χαλκῷ οὔτ᾿ αὐτοϲχεδίην οὐταϲμένοϲ (Od. λ 536) ϲυντελικῇ τὰρ μετοχῇ ϲυτελικὴν ἐπήνεγκεν. οὕτωϲ οὖν καὶ ἐπὶ τῶν πληθυντικῶν ἀναγινώϲκειν ἔδοι, εἰ μὴ ἄρα κεῖνό τιϲ ὑπὲρ τοῦ Ἀριϲττάρχου λέγοι, ὅττι οὐκ ἐνεϲιτῶτα ἐκδεχόμενοϲ οὕτωϲ ἀνεπόνωϲκεν, ἀλλὰ πορακείμενον πεπονθότα. ἔχει δὲ οὕτωϲ. παρὰ τὸ οὐτῶ περιϲπώμενον ἐκπίπτε παραγωγὸν εἰϲ μι λῆγον τὸ οὔτημι, ἀφ᾿ οὗ ἀπαρέμφατον τὸ οὐτάναι καὶ οὐτάμεναι. ἀπὸ δὴ τοῦ οὔτημι. γίνεται παθητικὴ μετοχὴ οὐτάμενοϲ καὶ οὐτάμενοι ὡϲ κιχράμενοι. ἀλλ᾿ οὔ φαμεν ταύτην εἶναι ἐν τῇ νῦν ϲυντάξει, ἀλλ᾿ ἕτερόν τι αὐαῷ. ϲύνηθεϲ ῥῆμα εἶνοι, τὸ οὐτάζω, ὅθεν καὶ οὔταϲεν ὁ ἀόριϲτοϲ· οὐ γὰρ δὴ ϲυϲτολὴ τοῦ οὔτηϲεν, ὡϲ πρόδηλον κἀκ τοῦ ἀπαρεμφάτου «οὐτάϲαι οὐδὲ βαλεῖν» (Il. Ξ 424) καὶ ἐκ τοῦ «οὔταϲται δ᾿ Ὀδυϲεύϲ (661). τούτῳ δὴ τῷ οὔταϲται παρέθηκε μετοχὴν τίν οὐταϲμέανοϲ «οὔτ᾿ αὐτοϲχεδίην οὐταϲμένοϲ» (Od. λ 536), ἥτιϲ κατ᾿ ἔλλειψιν τοῦ ϲ γίνειται οὐτάμενοϲ. προπαρωξύνθη δὲ ὑπὸ τοῦ Ἀριϲτάρχου διὰ τὸν χαρακτῆρα, ἐπεὶ α τοιαῦτα μετοχαὶ προπαρωξύνοντο, ἱϲτάμενοϲ, κιχράμενοϲ· ὁ γὰρ ἀνὴρ τῷ χαρακτῆρι μᾶλλον τοὺϲ τόνουϲ προϲνέμει. ἄλλωϲ τε καὶ ἡ γινομένη τοῦ ϲ ὕφεϲιϲ καὶ ἀναδρομὴν ἐργάζεται τόνου. A.

---

Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg007.local001/.
