# Περὶ Ἰλιακῆς προσῳδίας 66-125

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, 66 to 125. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-25/66

66. προπεριϲπαϲτέον τὸ ϲτεῖνοϲ· οὐδετέρωϲ γὰρ ἐξενήνεκται, πᾶν δὲ οὐδέτερον εἰϲ οϲ λῆγον ἐν ὀνόμαϲι βαρύνεϲθαι θέλει οὕτωϲ οὖν καὶ μακρόϲ ὀξύνομεν ἀρϲενικὸν ὕπαρχον· εἰ δὲ οὐδέτερον γένοιτο, βαρύνεται. οὕτωϲ καὶ τὸ κλειτόϲ· οὐδέτερον γὰρ γενόμενον βαρύνεται παῤ Ἀλκμᾶνι «ἐν τῷ Θεϲϲαλικῷ κλείτει». A. 125. κεκλήγοντεϲ: ὡϲ ἀρήγοντεϲ. οὐ γὰρ τὸ κεκληγότεϲ ἐπλεόναϲε τῷ ν, οὐδὲ παρὰ τὸ «ὀξέα κεκληγώϲ» (Il. B 222) ἐκλίθη, ἀλλὰ παρὰ τὸ κέκληγα γέγονεν ὁ Ϲυρακούϲιοϲ ἐνεϲτὼϲ κεκλήγω, ὡϲ παρὰ τὸ ἄνωγα ἀνώγω, πέπληγα πεπλήγω, ἔνΘεν τὸ «ἐπέπληγον πόδεϲ ἵππων» (ΙΙ. Ε 504). ἀκόλουθοϲ δὲ τῷ κεκλήγω μετοχὴ ἡ κεκλήγων βαρυνομένη, ἔνθεν τὸ κεκλήγοντεϲ. AV.

---

Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg007.local001/.
