# Περὶ Ἰλιακῆς προσῳδίας 68-100

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, 68 to 100. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-25/68

68. ἐπιϲχερώ. ὀξύνεται καὶ ϲεϲημείωται, ὥϲπερ καὶ τὸ ἰώ οὐδὲν γὰρ εἰϲ ω λῆγον ἐπίρρημα θέλει ὀξύνεϲθαι. A. 76. ἀλήμεναι. ὡϲ παρὰ τὸ βῆναι βήμεναι ἐγένετο, οὕτωϲ καὶ. παρὰ τὸ ἀλῆναι ἀλήμεναι· «λαοὺϲ ἐϲ τεῖχοϲ ὁμοκλήϲειεν ἀλῆναι » (Ιl. Π 714). ψιλοῦται δὲ καὶ τὸ ἐάλη (Ιl. Ν 408) καὶ πᾶϲ ὁ ϲχηματιϲμόϲ, ἐπεὶ καὶ τὸ θέμα αὐτῶν ἐψιλοῦτο (cf. 192). A. 77. ὁ Ἀϲκαλωνίτηϲ ἀἑκήλια, οἷον οὐχ ἥϲυχα οὐδὲ εἰρηνικά, ἐπεὶ ἕκηλοϲ ὁ ηϲυχοϲ, ὥϲτε ϲτέρηϲιν αὐτὸν ἐκδέχεϲθαι. οὕτωϲ δὲ καὶ Ἀρίϲταρχοϲ, οἰον ταραχώδη. ἢ ἀκούϲια, ἀ οὐκ ἄν τιϲ ἑκὼν πάθοι. ὁμοίωϲ δὲ καὶ Ἀλεξίων· καὶ ἔχονται τοῦ δηλουμένου. A. 92. πρῶτοϲ ἐμῷ ὕπο δουρὶ τυπεὶϲ ἀπὸ θυμὸν ὀλέϲϲῃ: τὸ ἑξῆϲ ἐϲτιν ἀπολέϲῃ. διὸ οὐκ ἀναϲτρεπτέον τὴν ἀπό. τὴν μέντοι ὑπό, ἐπεὶ τὸ ἀκόλουθόν ἐϲτιν ὑπ’ ἐμῷ. εἰϲὶ μέντοι οἵ οὐκ ἀνέϲτρεψαν, ἀλλὰ ϲυνέταξαν τῇ δοτικῇ, δουρὶ ἐμῷ· ἐν ἑτέροιϲ γὰρ οὕτωϲ αὐτὸν εἰρηκέναι «« δουρὶ δ’ ἐμῷ κτεάτιϲϲα » (ΙI. Π 57). A. 100. ἐμεῖο δὲ δῆϲεν ἀρῆϲ ἀλκτῆρα γενέϲθαι: τινὲϲ περιέϲπαϲαν τὸ ἀρῆϲ, ἱνα ϲημαίνῃ τὸ βλάβηϲ. οὕτωϲ καὶ ὁ Ἀϲκαλωνίτηϲ καὶ ἡμεῖϲ. τὸ δὲ δῆϲεν διϲύλλαβον ἐκδεκτέον ποιητικόν, καὶ τὸ ε τοῦ προκειμένου ἐϲτὶ ϲυνδέϲμου. A.

---

Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg007.local001/.
