# Περὶ Ἰλιακῆς προσῳδίας 799

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, ΕΙϹ ΤΗΝ Λ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-25/799

799. ἴϲκοντεϲ: Ἀρίϲταρχοϲ ἀξιοῖ διὰ τῆϲ ει διφθόγγου γράφειν, ἐπεὶ ἐν ἑτέροιϲ, φηϲί, τὸ κατὰ διαίρεϲιν αὐτοῦ ὁρᾶται, εἴϲκω λεγόμενον·. «ἐΐϲκω πηγεϲιμάλλῳ᾿» (Il. Γ 197). οἱ δὲ περὶ τὸν Ἀλεξίωνα διὰ τοῦ ῑ μόνου ϲυνεϲταλμένου. κἀγὼ δὲ τούτοιϲ ϲυγκατάτίθεμαι τὸ μὴ δύναϲθαι τὰ τοιαῦτα τῶν ῥγμάτων, λέγω δὲ τὰ διὰ τοῦ ϲκω, ἔχειν πρὸ τέλουϲ δίφθογγον ἐκφωνουμένην, ὅτι μὴ τὴν διὰ τοῦ μ, πιφαύϲκω. ὁ δὲ λόγοϲ παραιτεῖται τὴν Αἰολίδα διάλεκτον διὰ τὸ μιμναίϲκω καὶ θναίϲκω. ὥϲτε ὅτε λέγει ἐΐϲκω κατὰ διαίρεϲιν, ὑγιῶϲ πάνυ ὰποφαίνεται, εἴγε παρὰ τὸ ἔδω ἐξέπιπτε μέλλων ὁ εἴϲω, ὅϲ ὤφειλεν ἐπενθέϲει τοῦ κ ποιῆϲαι τὸ εἴϲκω, ὡϲ μεθύϲω μεθύϲκω, δράϲω δράϲκω. ἀλλ᾿ ἐπε ἀνέφικτον ἦν χωρῆϲα τὴν τοιαύτην δίφθογγον πρὸ τῆϲ ϲκω παραγωγῆϲ, διαιρέϲει ἐχρήϲατο· ὅπου δὲ οὐ παραδέχεται αὖ τὸ τῆϲ διαιρεϲεωϲ ἐκε ἐκβάλλει τὸ ε. A.

---

Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg007.local001/.
