# Περὶ Ἰλιακῆς προσῳδίας 887

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, ΕΙϹ ΤΗΝ Ε.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-25/887

887. ζώϲ: τὸ ζώϲ ὁ Ἀϲκαλωνίτηϲ ἀξιοῖ περιϲπᾶν, οὐχ ὑγιῶϲ· μόνον γὰρ τὸ ϲῶϲ ἐϲτι περιϲπώμενον μονοϲύλλαβον εἰϲ ωϲ λῆγον ἀρϲενικόν (sc. exclusis propriis), γεγονὸϲ ἢ ἐκ τοῦ ϲόοϲ, ὡϲ οἴεται Φιλόξενοϲ, ἢ ἐκ τοῦ ϲάοϲ, ὅπερ κρεῖττον. εἰ δὲ ὁ Ἀϲκαλωνίτηϲ ἀξιοῖ αὐτὸ ἐκ τοῦ ζωόϲ, ἴϲτω ὅτι τὸ μὲν προκείμενον βαρύτονον ἦν, ἔνθεν περιεϲπᾶτο τὸ ϲῶϲ τὸ δὲ ζώϲ ἐξ ὀξυνομένου, ὥϲ φηϲι. τοῦ ζωόϲ γενόμενον δεῖ ὀξύνειν, ἐγκλίνειν δὲ ἐν ταύτῃ τῇ ἀναγνώϲει, ἡ μέντοι κλίϲιϲ αὐτοῦ ἰϲοϲύλλαβοϲ εὑρέθη. A. τὸ ἔα Ἰωνικόν ἐϲτιν ἐκ τοῦ ἦν γεγονόϲ· διὸ ϲυϲταλτέον τὸ α ὁμοίωϲ τῷ «τοῖοϲ ἔα ἐν πολέμῳ» (Od. ξ 222), ὃ καὶ διὰ τοῦ η λέγεται «τοίη τοι ἐγὼν ἐπιτάρροθοϲ ἦα (Ε 808), οὐκ ἀποφώλιοϲ ἦα οὐδὲ φυγοπτόλεμοϲ (ξ 212). τὸ δὲ μέτρον οὐ κωλύεται ἀπήρτιϲε γὰρ είϲ μέροϲ λόγου καὶ ἐπέχει τόπον μακρᾶϲ ὁμοίωϲ τῷ «ἀμφηρεφέα τε φαρέτρην (ll. A 45). A. τυπῇϲιν: ὡϲ πληγῇϲιν. δοκεῖ δὲ ὡϲ πρὸϲ τὴν ἀναλογίαν ϲημειοῦλεμοϲθαι· τὰ γὰρ εἰϲ πη καθαρὰ μονογενῆ διϲύλλαβα φιλεῖ βαρύνεϲθαιεἰ δὲ ὀξύνεται ἔχει πρὸ τέλουϲ ἢ ῑ ἢ ο. πωϲ οὖν τὸ τυπή μόνον ὀξυνόμενον τῷ υ παρελήχθη. A.

---

Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg007.local001/.
