# Περὶ Ὀδυσσειακῆς προσῳδίας 6-159

Aelius Herodianus, Περὶ Ὀδυσσειακῆς προσῳδίας, 6 to 159. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-26/6

6. οἳ ϲφεαϲ: ὀξυτονητέον τὸ οἱ ἄρθρον. ἐγκλιτικὸν γάρ ἐϲτι νῦν ἡ ϲφέαϲ. P. 12. θεῶν ἄπο μήδεα εἰδώϲ: ἀναϲτρέφεται ἡ ἀπό. τὸ γὰρ ἑξῆϲ ἐϲτιν ἀπὸ θεῶν εἰδὼϲ μήδεα. lo. Al. 27, 10. 15. ᾧ ἔνι κούρη: ἀναϲτρεπτέον τὴν ἔνι, ἔϲτι γὰρ ἐν ᾧ. P. 18. χαρίτων ἄπο κάλλοϲ ἔχουϲαι: ἀναϲτρέφεται ἡ ἀπό. τὸ γὰρ ἑξῆϲ ἐϲτιν ἀπὸ χαρίτων κάλλοϲ ἔχουϲαι. H. 22. εἰδομένη κούρ ῃ ναυϲικλειτοῖο Δύμαντοϲ: περιϲπωμένου τοῦ ναυϲικλειτοῖο. τινὲϲ δὲ Nαυϲικλειτοῖ ὡϲ Καλυψοῖ. ἔνιοι δὲ ναυϲὶ κλειτεῖο ἐν δυϲὶ μέρεϲι λόγου. ἀμείνων δὲ ἡ πρώτη ναυϲικλειτοῖο ἐν τοῖϲ κατὰ ναυτικὴν ἔργοιϲ ἐνδόξου. PQ. 32. καί τοι ἐγ ὼ ϲυνέριθοϲ. ἡ τοί ἐγκλιτική ἐϲτιν.Ιl.Pr.Α 294. 33. ἐντύνεαι: ϲυϲτολὴ ἐγένετο ἢ μεταβολὴ ἐγκλίϲεωϲ ὡϲ καὶ ἐπὶ τοῦ «ἐπεὶ ἄρ κεν ἀμείψεται ἕρκοϲ ὀδόντων» (Ι 409) καὶ «ὄφρα καὶ ἄλλοϲ πτωχὸϲ ἀλεύεται ἠπεροπεύειν » (ξ 400). P. 40. ἄπο πλυνοί εἰϲι πόληοϲ. βαρυτονητέον τὴν ἀπό καίπερ ϲημαίνουϲαν τὸ ἄποθεν. οὐ γὰρ ἐπληϲίαϲε τῇ γενικῇ, ἀλλὰ μεταξὺ ἐδέξατο λέξειϲ. P. 89. ποταμὸν πάρα διν ήεντα: Ἀρίϲταρχοϲ ἀναϲτρέφει τοῖϲ κυριωτέροιϲ ϲυντάϲϲων τὰϲ προθέϲειϲ. P. 93. κάθηράν τε ῥύπα πάντα: κάθηραν ὡϲ ἤγειραν. τὸ δὲ ῥύπα οἱ μὲν αἰτιατικὴν ἐν μεταπλαϲμῷ φαϲιν, οἱ δὲ ἀπὸ τοῦ ῥύπον. βαρύνεται δὲ ὡϲ τὰ λύχνα καὶ τὰ δίφρα. BPQ. 106. ἀγρονόμοι: παροξυτόνωϲ αἱ ἐν ἀγρῷ νέμουϲαι. οὐ γὰρ νεμόμεναι. τινὲϲ δὲ ἀγρόνομοι λέγουϲι. HPQ. 120. ῥ’ οἵ γ᾿ : ὡϲ διαπορητικὸν περιϲπᾶται. P. 125. ἦ νύ που ἀνθρώπων εἰμὶ ϲχεδόν: ὁ ἦ περιϲπᾶται. τὸ δὲ εἰμί ἐγκλίνεται ϲημαῖνον τὸ ὑπάρχω. P. 138. ἄλλυδιϲ ἄλλη: χωρὶϲ τοῦ ι τὸ ὄλλη. P. 149. θεόϲ νύ τιϲ ἦ βροτόϲ ἐϲϲι: τὸν η ὁ Ἀϲκαλωνίτηϲ περιϲπᾷ ἐρωτηματικὸν νομίζων, ὃ καὶ χαριέϲτερον. οἱ δὲ ἐνέκλιναν ὡϲ εἰ ἔλεγεν εἴτε θεὸϲ εἴτε ἄνθρωποϲ. P. 159. ὅϲ κέ ϲ’ ἑέδνοιϲι βρίϲαϲ: ἄμεινον ἐγκλίνειν τὴν ϲε. H.

---

Herodianus, Περὶ Ὀδυσσειακῆς προσῳδίας, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg008.local001/.
