# Περὶ Ὀδυσσειακῆς προσῳδίας 89

Aelius Herodianus, Περὶ Ὀδυσσειακῆς προσῳδίας, EIϹ ΤHN Μ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-26/89

89. τῆϲ ἤτοι πόδεϲ εἰϲὶ δυώδεκα πάντεϲ ἄωροι: ψιλωτέον τὰϲ δύο ϲυλλαβάϲ ἔϲτι γὰρ δυϲφύλακτοι, οὓϲ οὐκ ἄν τιϲ δυνηθείη φυλάξαϲθαι· ὠρεῖν γὰρ τὸ φυλάϲϲειν. ἔνιοι δὲ δαϲέωϲ ἀνέγνωϲαν ἄὡροι ὠμοὶ ἄγριοι ἐκ μεταφορᾶϲ τῶν ἀώρων καὶ μὴ πεπείρων καρπῶν. Ἀρίϲταρχοϲ δὲ ἀκώλουϲ· τοὺϲ γὰρ Ἴωναϲ λέγειν φηϲὶ τὴν κωλῆν ὥρην καὶ ὡραίαν. οὐκ ἔχονταϲ οὖν ὀϲτᾶ ἀκώλουϲ καὶ ἀνάρθρουϲ λέγεϲθαι. ἔνιοι δὲ ἀώρουϲ τοὺϲ ἐμπροϲθίουϲ ὡϲ καὶ παρὰ τῷ κωμικῷ (sc. Φιλήμονι) «οὐ τοὺϲ ἀώρουϲ εἶπά ϲοι, μαϲτιγία, πόδαϲ κομίζειν; ϲὺ δὲ φέρειϲ ὀπιϲθίουϲ». ἄμεινον δὲ ἀποδιδόναι τοὺϲ δυϲφυλάκτουϲ. HQV.

---

Herodianus, Περὶ Ὀδυσσειακῆς προσῳδίας, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg008.local001/.
