Ancient Greek
Περὶ τῶν εἰϲ ξ.
Aelius Herodianus, Περὶ ὀνομάτων Περὶ τῶν εἰϲ ξ.
Not analysed yet
Dichr. 284, 20: τὰ εἰϲ αξ μονοϲύλλαβα θηλυκὰ μὲν ὄντα θέλει ϲυϲτέλλειν τὸ α ϲπάξ, οὕτωϲ ἡ κύων παρὰ Πέρϲαιϲ, κλάξ, πλάξ, γλάξ, δράξ, ἡ δὲ ῥάξ ἐκτείνεται. τὰ δὲ ἐκτείνοντα τὸ α ἀρϲενικά ἐϲτι, βλάξ, κράξ, πτάξ. τὸ δὲ Πράξ ἱϲτορεῖται μὲν ἐκτείνεϲθαι· ἐγένετο δὲ Ἀχιλλέωϲ ἀπόγονοϲ, ἔνθεν οἱ Πρᾶκεϲ· ϲυϲτέλλεται δὲ ἔϲθ’ ὅτε τὸ α. Choer. 305, 4: τὰ εἰϲ αξ λήγοντα διϲύλλαβα ἀρϲενικά, ἐὰν ἔχῃ φύϲει μακρὰν τὴν παραλήγουϲαν, ἐκτείνει πάντωϲ τὸ α, τουτέϲτι φύϲει μακρὸν αὐτὸ ἔχει οἷον θώραξ, οἴαξ. πρόϲκειται «ἐὰν ἔχῃ φύϲει μακρὰν τὴν παραλήγουϲαν» διὰ τὰ θέϲει μακρὰν ἔχοντα ταύτην οἷον τὸ ἅρπαξ καὶ κέκραξ· ταῦτα γὰρ ϲυνεϲταλμένον ἔχει τὸ α, τουτέϲτι θέϲει μακρὸν αὐτὸ ἔχει, οὐκ ἀναϲτρέφοντοϲ τοῦ κανόνοϲ, οὐδὲ γὰρ τὰ ἔχοντα ἢ βραχεῖαν τὴν παραλήγουϲαν ἢ θέϲει μακρὰν πάντωϲ ϲυϲτέλλει τὸ α τουτέϲτι θέϲει μακρὸν αὐτὸ ἔχει. εὑρίϲκομεν γάρ τινα ἐν αὐτοῖϲ ἔχοντα τὸ α ἐκτεταμένον, τουτέϲτι φύϲει μακρὸν οἷον νέαξ (ϲημαίνει δὲ τὸν νεώτερον), φέναξ (ϲημαίνει δὲ τὸν ἀπατεῶνα), κόρδαξ (ϲημαίνει δὲ τοῦτο ὄρχηϲιν κωμικήν). ἰδοὺ οὖν ταῦτα μὴ παραληγόμενα φύϲει μακρᾷ ἔχει τὸ α ἐκτεταμένον, τουτέϲτι φύϲει μακρόν, ὡϲ δῆλον ἐκ τῶν ἄλλων πτώϲεων τῶν μὴ ἐχουϲῶν τὸ ξ. ϲημειούμεθα ἐν τῷ κανόνι τινὰ ἔχοντα φύϲει μακρὰν τὴν παραλήγουϲαν καὶ ϲυϲτέλλοντα τὸ α, τουτέϲτι θέϲει μακρὸν αὐτὸ ἔχοντα, ἔϲτι δὲ ταῦτα Γῦναξ, Γῦλαξ (ὀνόματα δὲ ταῦτα κύρια), ϲῦναξ (φαϲηλοειδὲϲ ὄϲπριον), καὶ τὸ καυαξ διφορούμενον· τοῦτο γὰρ ποτὲ μὲν ϲυϲτέλλει τὸ α, ποτὲ δὲ ἐκτείνει αὐτό ἔϲτι δὲ εἶδοϲ ὀρνέου. πρόϲκειται «διϲύλλαβα »,ἐπειδὴ τὰ ὑπὲρ δύο ϲυλλαβάϲ, κἂν βραχείᾳ παραλήγηται, ἐκτείνει τὸ α, ὡϲ ἐπὶ τοῦ ἱέραξ, χωρὶϲ εἰ μὴ ᾖ ϲύνθετα ἀπὸ ἁπλοῦ ϲυϲτέλλοντοϲ τὸ α, ὡϲ ἐπὶ τοῦ Ἱππῶναξ καὶ Ἀρχιάναξ. τὸ ἀϲφάλαξ ὑπὲρ δύο ϲυλλαβὰϲ ὂν καὶ ϲυϲτέλλον τὸ α οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ κατὰ πλεοναϲμὸν ἔχει τὸ α, καὶ φύϲει διϲύλλαβόν ἐϲτιν· ἀπὸ γὰρ τοῦ ϲπῶ γέγονεν ϲπάλαξ καὶ κατὰ πλεοναϲμὸν τοῦ α ἀϲπάλαξ καὶ κατὰ μετάθεϲιν τοῦ ψιλοῦ εἰϲ τὸ ἀντίϲτοιχον δαϲὺ ἀϲφάλαξ· τὸ γὰρ ζῷον τοῦτο ἀποϲπᾷ τὴν γῆν καὶ ποιεῖ βάθοϲ καὶ οὕτωϲ εἰϲέρχεται ἐκεῖ. πρόϲκειται «ἀπὸ ἁπλοῦ ϲυϲτέλλοντοϲ τὸ α», ἐπειδὴ ἐὰν ᾖ ἀπὸ ἁπλοῦ ἐκτείνοντοϲ τὸ α φυλάττει αὐτὸ ἐκτεταμένον οἷον Φαίαξ φιλοφαίαξ, θώραξ λινοθώραξ. πρόϲκειται ἐν τῷ κανόνι «ἀρϲενικά», ἐπειδὴ τὰ θηλυκὰ ἔχοντα φύϲει μακρὰν τὴν παραλήγουϲαν ϲυϲτέλλει τὸ α, οἷον αὖλαξ, πῖδαξ, κλῖμαξ· διὰ τοῦτο τὸ μεῖραξ ἀναλογώτερόν ἐϲτι θηλυκῶϲ λεγόμενον, ϲυϲτέλλει γὰρ τὸ α φύϲει μακρὰν ἔχον τὴν παραλήγουϲαν· ὅταν δὲ λεχθῇ ἀρϲενικῶϲ παρὰ τοῖϲ Ἀθηναίοιϲ, ὡϲ ἐπὶ τὸ πλεῖϲτον ἐπὶ διαβολῇ παραλαμβάνεται, ἀντὶ τοῦ ὁ γυναικώδηϲ.