Ancient Greek
ΕΚ ΤΩΝ ΗΡΩΔΙΑΝΟΥ ΠΕΡΙ ΟΠΘΟΓΡΑΦΙΑϹ ΚΑΤΑ ϹΤΟΙΧΕΙΟΝ., Ε., Section 105
Aelius Herodianus, Περὶ ὀρθογραφίας 105.1-2
Not analysed yet
εἴωθα: διὰ τῆϲ ει διφθόγγου. ἀνεφάνη γὰρ τὸ ε ἐν τῷ ἔθοϲ καὶ ἐν τῷ ἔωθα· οἱ γὰρ Αἰολεῖϲ τὸ εἴωθα ἔωθα λέγουϲιν. γέγονε δὲ τὸ εἴωθα τούτῳ τῷ τρόπῳ· ἔϲτι ῥῆμα ἔθω ὃ ϲημαίνει τὸ ἐξ ἔθουϲ τι διαπράττομαι, ἐξ οὗ καὶ ἔθνοϲ. τούτου ὁ μέϲοϲ παρακείμενοϲ εἶθα καὶ πλεοναϲμῷ τοῦ ω εἴωθα καὶ εἴωθε.