Ancient Greek
ΕΚ ΤΩΝ ΗΡΩΔΙΑΝΟΥ ΠΕΡΙ ΟΠΘΟΓΡΑΦΙΑϹ ΚΑΤΑ ϹΤΟΙΧΕΙΟΝ., Α., Section 106
Aelius Herodianus, Περὶ ὀρθογραφίας 106.1
Not analysed yet
ἀλείφω. τὸ λει δίφθογγοϲ· τὰ γὰρ ἔχοντα τὸ ο ἀντιπαρακείμενον ἔχει τὸ ε ἐγκείμενον οἷον λέγω λόγοϲ, δέρω δορά, οὕτω καὶ ἀλείφω ἀλοιφή, ὅ ἐϲτι τὸ ἄλειμμα, διὰ τῆϲ ει διφθόγγου τροπῇ τοῦ ο εἰϲ ε. τὰ δὲ ὀνόματα τὰ ἐκ τοῦ ἀλείφω γινόμενα, εἰ μὲν διὰ τοῦ πτ ἐκφέρεται, φυλάττει τὴν ει δίφθογγον, ἀλείπτω ἀλείπτηϲ, ἄλειπτον, ἀνήλειπτον. εἰ δὲ διὰ τοῦ φ ἐκφέρεται, ϲύνθετα ὄντα, διὰ τοῦ ι γράφεται οἷον ὑπηλιφήϲ, ἀνυπηλιφήϲ· πρόϲκειται «ϲύνθετα» διὰ τὸ ἄλειφα καὶ ἄλειφαρ ἄλειμμα.