Ancient Greek
ΕΚ ΤΩΝ ΗΡΩΔΙΑΝΟΥ ΠΕΡΙ ΟΡΘΟΓΡΑΦΙΑΣ., Περὶ ϲυντάξεωϲ., Section 11
Aelius Herodianus, Περὶ ὀρθογραφίας 11.1
Not analysed yet
11. Eustath. 1392, 23: ϲημείωϲαι ὡϲ γαιήοχοϲ μὲν μοναχῶϲ διὰ διφθόγγου· γεοῦχοϲ δὲ καὶ γηοῦχοϲ καθ᾿ Ἡρωδιανὸν μὲν καὶ διὰ τοῦ ε ψιλοῦ παρὰ τὴν ψιλογραφουμένην γέαν, ἧϲ ϲυναίρεμ ἡ γῆ, ἄλλοι δὲ διὰ τῆϲ αι διφθόγγου παρά τὴν λοιπὴν γαῖαν, ἐξ ἧϲ καὶ γαιήοχοϲ.