Ancient Greek
ΕΚ ΤΩΝ ΗΡΩΔΙΑΝΟΥ ΠΕΡΙ ΟΠΘΟΓΡΑΦΙΑϹ ΚΑΤΑ ϹΤΟΙΧΕΙΟΝ., Δ., Section 12
Aelius Herodianus, Περὶ ὀρθογραφίας 12.1-5
Not analysed yet
δείκηλον: τὸ δcι διὰ τῆϲ ει διφθόγγου. λέγεται καὶ δείκελον. ϲημαίνει δὲ καὶ τὸ ἄγαλμα καὶ τὸ εἶδωλον οἷον «δείκηλα προΐαλλε (Apollon. IV 1672) καὶ δείκελον Ἰφιγόνηϲ »παρὰ Παρθενίῳ. ὥϲπερ γὰρ ἀπὸ τοῦ πέμπω πέμπελοϲ (ϲημαίνει δὲ τὸν πολλῶν ἐνιαυτῶν ὄντα) καὶ ὥϲπερ ἀπὸ τοῦ ἄγω γίνεται ἄγελοϲ καὶ ἄγγελοϲ, οὕτω καὶ ἀπὸ τοῦ δείκω τὸ δεικνύω γίνεται δείκελον καὶ ἐπεκτάϲει τοῦ ε εἰϲ η δείκηλον. Ἐπαφρόδιτοϲ δὲ λείπειν τὸ ι φηϲὶ κατ’ ἀρχὰϲ ἰδείκελον τὸ τὴν ἰδίαν ἑκάϲτου ἐμφαῖνον ὁμοιότητα.