Ancient Greek
ΕΚ ΤΩΝ ΗΡΩΔΙΑΝΟΥ ΠΕΡΙ ΟΠΘΟΓΡΑΦΙΑϹ ΚΑΤΑ ϹΤΟΙΧΕΙΟΝ., Α., Section 14
Aelius Herodianus, Περὶ ὀρθογραφίας 14.1-2
Not analysed yet
Ἀγάμμεια. ἄκρα καὶ λιμὴν περὶ Τροίαν. ἐκλήθη δὲ ἀπὸ τοῦ ἄγαμον τὴν Ἡϲιόνην ὑπὸ τοῦ πατρὸϲ παραδοθῆναι τῷ κήτει. διὰ δύο μμ. Ἀγβάτανα πολίχνιον Ϲυρίαϲ. Δημήτριόϲ φηϲιν Ἀγβάτανα διττά, τὰ μὲν τῆϲ Μηδίαϲ, τὰ δὲ Ϲυρίαϲ. Κτηϲίαϲ δὲ πανταχοῦ τῶν Περϲικῶν τὰ παρὰ Μήδοιϲ Ἀγβάτανα διὰ τοῦ α γράφει. παρὰ δὲ τοῖϲ ἀρχαίοιϲ διὰ τοῦ τὸ Περϲικόν, παρὰ δὲ Χάρακι δὲ καὶ αὕτη διὰ τοῦ ε. κρείττων δὲ ἡ διὰ τοῦ κ γραφή.