Ancient Greek
ΕΚ ΤΩΝ ΗΡΩΔΙΑΝΟΥ ΠΕΡΙ ΟΡΘΟΓΡΑΦΙΑΣ., Περὶ ϲυντάξεωϲ., Section 14
Aelius Herodianus, Περὶ ὀρθογραφίας 14.4
Not analysed yet
E. M. 318, 50 s. ἐθείρῃϲι ἔθειρα γράφεται διὰ διφθόγγου· πάντα γὰρ τὰ διὰ τοῦ ειρα προπαροξυνόμενα διὰ τῆϲ ει διφθόγγου γράφονται δότειρα, ϲώτειρα, ὀλέτειρα, γενέτειρα, εὐπάτειρα, Δηιάνειρα. οὕτωϲ οὖν καὶ τοῦτο. καὶ καθόλου τὰ εἰϲ ρα θηλυκὰ οὐδέποτε ἔχει ἐν τῇ παραληγούϲῃ τὸ ι μόνον, ἀλλ᾿ ἢ μετὰ τοῦ ω οἷον πρῷρα ἢ μετὰ τοῦ α οἷον ϲφαῖρα. ϲεϲημείωται τὸ εἰρά καὶ Κάειρα ἀμφιβαλλόμενα.