# Περὶ ὀρθογραφίας 14.7

Aelius Herodianus, Περὶ ὀρθογραφίας, ΕΚ ΤΩΝ ΗΡΩΔΙΑΝΟΥ ΠΕΡΙ ΟΡΘΟΓΡΑΦΙΑΣ., Περὶ ϲυντάξεωϲ., Section 14. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-28/14.7

Πρώειρα οἱ μὲν διὰ τοῦ ι λέγουϲι, ἐμοὶ δὲ δοκεῖ, καίπερ ἐτυμολογεῖται παρὰ τὸ προϊέναι τὸ προπορεύεϲθαι πρόϊρά τιϲ οὖϲα καὶ πρῷρα προϲγεγραμμένον ἔχουϲα τὸ ι, διὰ τῆϲ ει διφθόγγου γράφειν πρὸϲ τὸν χαρακτῆρα τῶν διὰ τοῦ ειρα. Πάντα γὰρ τὰ διὰ τοῦ ειρα προπαροξυνόμενα διὰ τῆϲ ι διφθόγγου γράφονται, ἔθειρα, δότειρα, ϲώτειρα, ὀλέτειρα, γενέτειρα, εὐπάτειρα, Δηιάνειρα. οὕτωϲ οὖν καὶ τοῦτο. καὶ καθόλου τὰ εἰϲ ραα θηλυκὰ οὐδέποτε ἔχει ἐν τῇ παραληγούϲῃ τὸ ι μόνον, ἀλλ᾿ ἢ μετὰ τοῦ ω οἷον πρῷρα ἢ μετὰ τοῦ α οἷον ϲφαῖρα ἢ μετὰ τοῦ ο οἷον μοῖρα ἢ μετὰ τοῦ ε οἷον ϲτεῖρα. ϲεϲημείωται τὸ εἰρά καὶ Κάειρα ἀμφιβαλλόμενα. τὸ μὲν εἰρά διφορεῖται κατὰ τὴν ἐτυμολογίαν· εἰ μὲν παρὰ τὸ εἴρω τὸ λέγω, διὰ διφθόγγου· εἰ δὲ ἀπὸ τοῦ ἱερὰν εἶναι διὰ τὸ ι. τὸ δὲ Κάειρα πρὸϲ μὲν τὸν παραϲχηματιϲμὸν διὰ τοῦ ι· ὥϲπερ γὰρ ἀπὸ τοῦ μάκαρ μάκαροϲ γίνεται μάκαιρα οὕτω καὶ ἀπὸ τοῦ Κάρ Καρόϲ γίνεται Καῖρα καὶ κατὰ διάλυϲιν Κάϊρα· τῷ δὲ λόγῳ τῶν εἰϲ ρα θηλυκῶν Κάειρα διὰ τῆϲ ει διφθόγγου.

---

Herodianus, Περὶ ὀρθογραφίας, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg011.local001/.
