Ancient Greek
ΕΚ ΤΩΝ ΗΡΩΔΙΑΝΟΥ ΠΕΡΙ ΟΠΘΟΓΡΑΦΙΑϹ ΚΑΤΑ ϹΤΟΙΧΕΙΟΝ., Ε., Section 141
Aelius Herodianus, Περὶ ὀρθογραφίας 141.1-2
Not analysed yet
ἐμίχθη. τὸ μι κατὰ παράδοϲιν. μέμιγά ἐϲτιν ὁ μέϲοϲ παρακείμενοϲ. εἰ δὲ διὰ τῆϲ ει διφθόγγου ἐγράφετο, μέμοιγα ἤμελλεν εἶναι. ἐὰν γὰρ εὑρεθῇ τὸ ε ἐν διϲυλλάβῳ μέλλοντι ἢ μόνον ἢ μετὰ τοῦ ι, τρέπεται εἰϲ τὸ ο οἷον [φθείρω φθερῶ ἔφθορα] πείθω πείϲω πέποιθα λείβω λείψω λέλοιβα. εἰ οὖν τὸ μίγω μίξω διὰ τῆϲ ει διφθόγγου ἐγράφετο, μέμοιγα ἤμελλεν εἶναι ὁ παρακείμενοϲ. ἀλλὰ μὴν μέμιγα ἐϲτίν. καὶ δῆλον ὅτι μίγω καὶ μίξω διὰ τοῦ ι καὶ ἐμίχθη ὁμοίωϲ.