Ancient Greek
ΕΚ ΤΩΝ ΗΡΩΔΙΑΝΟΥ ΠΕΡΙ ΟΠΘΟΓΡΑΦΙΑϹ ΚΑΤΑ ϹΤΟΙΧΕΙΟΝ., Α., Section 147
Aelius Herodianus, Περὶ ὀρθογραφίας 147.1
Not analysed yet
Ἀμφιτρίτη ἡ θάλαϲϲα· ἀμφιτρίτη δὲ ἡ πέτρα ἢ ποταμόϲ. εἴρηται παρὰ τὸ ῥεῖν ἢ παρὰ τὸ τρεῖν. φόβον γὰρ ἐμποιεῖ τοῖϲ πλέουϲιν, ὥϲ φηϲι Δίδυμοϲ. ὤφειλε διὰ τῆϲ ει γράφεϲθαι εἴτε παρὰ τὸ ῥεῖν εἴτε’ παρὰ τὸ τρεῖν. ὑπεβλήθη δὲ κανόνι τῶν εἰϲ τη θηλυκῶν καὶ διὰ τοῦ ι γράφεται.