Ancient Greek
ΕΚ ΤΩΝ ΗΡΩΔΙΑΝΟΥ ΠΕΡΙ ΟΠΘΟΓΡΑΦΙΑϹ ΚΑΤΑ ϹΤΟΙΧΕΙΟΝ., Η., Section 15
Aelius Herodianus, Περὶ ὀρθογραφίας 15.1-8
Not analysed yet
τὸ ἦν ἐγώ, ὃ ϲημαίνει τὸ ὑπῆρχεν, γέγονεν οὕτωϲ ἔϲτιν εἰμί τὸ ὑπάρχω. τούτου ὁ παρατατικὸϲ εἶν διὰ τῆϲ ει διφθόγγου τροπῇ τοῦ μ εἰϲ ν καὶ λοιπὸν Ἀττικῶϲ ἐκτείνεται, τὸ δὲ ι ἀπεβλήθη, ἐπειδὴ τὰ εἰϲ ν λήγοντα ῥήματα οὐ θέλει ἔχειν πρὸ τοῦ ν τί ποτε ἀνεκφώνητον οἷον βοᾶν γελᾶν περᾶν.