Ancient Greek
ΕΚ ΤΩΝ ΗΡΩΔΙΑΝΟΥ ΠΕΡΙ ΟΠΘΟΓΡΑΦΙΑϹ ΚΑΤΑ ϹΤΟΙΧΕΙΟΝ., Ε., Section 157
Aelius Herodianus, Περὶ ὀρθογραφίας 157.1-2
Not analysed yet
Ἐνιπεύϲ: διὰ τοῦ ι. ἔϲτι δὲ ὄνομα ποταμοῦ. ἀπὸ γὰρ τοῦ ἐνιπή τοῦ ϲημαίνοντοϲ τὴν ἀπειλὴν γέγονεν. καὶ γὰρ ὁ ποταμὸϲ οὗτοϲ ἄγριόϲ ἐϲτι καὶ ἀπειλοῦντι ἔοικεν. τὸ δὲ ἐνιπή διὰ τοῦ ι, ἀπὸ γὰρ τοῦ ἐνίπτω γέγονεν, ὅπερ διὰ τοῦ ι γράφεται· τὰ γὰρ εἰϲ πτω ἀποϲτρέφεται τὴν ει δίφθογγον οἷον νίπτω, ῥίπτω, πίπτω πλὴν τοῦ φιλαλείπτω καὶ ἐρείπῳ.