Ancient Greek
ΕΚ ΤΩΝ ΗΡΩΔΙΑΝΟΥ ΠΕΡΙ ΟΠΘΟΓΡΑΦΙΑϹ ΚΑΤΑ ϹΤΟΙΧΕΙΟΝ., Α., Section 166
Aelius Herodianus, Περὶ ὀρθογραφίας 166.1
Not analysed yet
ἀντήρειϲ ϲημαίνει πᾶν εἰϲ ὃ ἐπερείδεταί τιϲ. οὐχ εὕρηται δὲ εὐθεῖα ἐν χρήϲει. αἱ δὲ ἄλλαι πτώϲειϲ τὴν κλίϲιν ὡϲ ἀπὸ ὀξυτόνου εἰϲ ιϲ ληγούϲηϲ εὐθείαϲ ἔχουϲιν. ὥϲπερ γὰρ ἀϲπίϲ ἀϲπίδοϲ καὶ ϲανίϲ ϲανίδοϲ, οὕτω καὶ ἀντήρειϲ ἀντηρίδοϲ ὡϲ παρ’ Εὐριπίδῃ «κρήμνη ϲεαυτὴν ἐκ μέϲηϲ ἀντηρίδοϲ ».