Ancient Greek
ΕΚ ΤΩΝ ΗΡΩΔΙΑΝΟΥ ΠΕΡΙ ΟΠΘΟΓΡΑΦΙΑϹ ΚΑΤΑ ϹΤΟΙΧΕΙΟΝ., Α., Section 185
Aelius Herodianus, Περὶ ὀρθογραφίας 185.1
Not analysed yet
ἀργυροδίνηϲ παρὰ τὸ δίνη ἡ ϲυϲτροφή. διὰ τοῦ ι γράφεται διὰ τὸν χαρακτῆρα τῶν διὰ τοῦ ινη καὶ πάλιν οἱ Αἰολεῖϲ δίναϲ λέγουϲι καὶ οὐ δέννοϲ. ἐὰν γὰρ δέννοϲ, διὰ τῆϲ ει διφθόγγου ἤμελλε γράφεϲθαι, ἀλλὰ δίναϲ λέγουϲιν ἤγουν διὰ τοῦ ι. διὰ τοῦτο καὶ τὸ παρ’ αὐτὸ ἀργυροδίνηϲ διὰ τοῦ ι γράφεται. Καὶ ἄλλωϲ δὲ τὰ διὰ τοῦ ινηϲ ἀποϲτρέφεται τὴν ει δίφθογγον.