Ancient Greek
ΕΚ ΤΩΝ ΗΡΩΔΙΑΝΟΥ ΠΕΡΙ ΟΠΘΟΓΡΑΦΙΑϹ ΚΑΤΑ ϹΤΟΙΧΕΙΟΝ., Ε., Section 187
Aelius Herodianus, Περὶ ὀρθογραφίας 187.1-2
Not analysed yet
ἐπιείκεια. διὰ τῆϲ ει διφθόγγου καὶ κατὰ τὴν πρώτην καὶ κατὰ τὴν παραλήγουϲαν. παρὰ τὸ εἴκω γάρ ἐϲτιν τὸ ϲημαῖνον τὸ ὑποχωρῶ. καὶ γὰρ ὁ ἐπιεικὴϲ εὐχερῶϲ ὑποχωρεῖ, ὅπερ διὰ τῆϲ ει διφθόγγου γράφεται, ὁμοίωϲ καὶ ἡ παραλήγουϲα τῷ λόγῳ τῶν διὰ τοῦ εια προπαροξυτόνων.