Ancient Greek
ΕΚ ΤΩΝ ΗΡΩΔΙΑΝΟΥ ΠΕΡΙ ΟΠΘΟΓΡΑΦΙΑϹ ΚΑΤΑ ϹΤΟΙΧΕΙΟΝ., Α., Section 188
Aelius Herodianus, Περὶ ὀρθογραφίας 188.1
Not analysed yet
ἀρειά ἡ ἀπειλή διὰ τῆϲ ει διφθόγγου καὶ ὀξύνεται, ἐπὶ δὲ φυτοῦ ἀρία καὶ παροξύνεται. ἀριϲτοκεία: τὸ κε δίφθογγοϲ. ἐκ τοῦ ἀριϲτοκεύϲ ἀρϲενικοῦ. Ἀρμένη κώμη Παφλαγονίαϲ Μένιπποϲ ἐν περίπλῳ. παρὰ δὲ ενοφξντι ἐν Ἀναβάϲεωϲ Ϛ (α 9) Ἁρμήνην διὰ τοῦ η. ὰρμονία. ῑ. ἀπὸ γὰρ τοῦ ἅρμῶν ἅρμονοϲ ὰρμονία. ἁρμῷ: ἁρμόϲ ἁρμοῦ ἁρμῷ. αὕτη ἡ δοτικὴ μετῆλθεν εἰϲ ἐπιρρηματικὴν ϲημαϲίαν καὶ ἐφύλαξε τὴν αὐτοῦ γραφὴν οἰον ἁρμῷ. παρὰ δὲ τοῖϲ Ϲυρακουϲίοιϲ ἁρμοῖ λέγεται. ἀρνειόϲ τὸ ὲῖ δίφθογγοϲ διὰ τὸ ἀρνεόϲκαὶ ἄλλωϲ, ὥϲπερ ἀπὸ τοῦ ἀδελφόϲ γίνεται ἀδελφειόϲ κατὰ πλεοναϲμὸν τῆϲ ει διφθόγγου οὕτω καὶ ἀρνόϲ ἀρνειόϲ.