Ancient Greek
ΕΚ ΤΩΝ ΗΡΩΔΙΑΝΟΥ ΠΕΡΙ ΟΠΘΟΓΡΑΦΙΑϹ ΚΑΤΑ ϹΤΟΙΧΕΙΟΝ., Β., Section 19
Aelius Herodianus, Περὶ ὀρθογραφίας 19.1-3
Not analysed yet
Βίβλινοϲ οἶνοϲ οἷον ὕδωρ δὲ πίνει, τὸν δὲ βίβλινον ϲτυγεῖ »ἀπὸ Βιβλίνηϲ οὕτω καλουμένηϲ Θρᾳκίαϲ ἀμπέλου ῆτιϲ διὰ τὸ εὐθαλὴϲ εἶναι Ἑλλάδι μετετέθη καὶ ἐν Ϲικελίᾳ ὑπὸ Πόλλιδοϲ τοῦ Ϲικυωνίου τυράννου, ἔνθεν αὐτόν τινεϲ καὶ Πόλιον καλοῦϲιν. Ἐπίχαρμοϲ δὲ ἀπὸ Ββλίνων ὀρῶν τῆϲ Θράκηϲ, ἔνθα φύεται, λελέχθαι αὐτὴν οἱεται. Ϲῆμοϲ. δ’ ἐν τῇ ἕκτη τῆϲ Ἰλιάδοϲ ἐν Νάξῳ φηϲὶν εἰναι ποταμὸν Βιβλίνην, ἀφ’ οὐ καλοῦϲιν οἶνον βίβλινον διὰ τὰϲ πεφυκυίαϲ ἀμπέλουϲ. διὰ τοῦ μ γράφουϲι τὸν ποταμὸν Βιμβλίνην καὶ τὸν Νόξιον οἶνον διὰ τοῦ μ Βίμβλινον.