Ancient Greek
ΕΚ ΤΩΝ ΗΡΩΔΙΑΝΟΥ ΠΕΡΙ ΟΡΘΟΓΡΑΦΙΑΣ., Περὶ ϲυντάξεωϲ., Section 2
Aelius Herodianus, Περὶ ὀρθογραφίας 2.1
Not analysed yet
2. Eustath. p. 709, 15 ad Il. Θ 206: κανὼν γραμματικὸϲ λέγει, ὡϲ, εἰ μέϲον δύο φωνηέντων εὑρεθῇ ϲύμφωνον ἐν ἁπλότητι ἢ ϲυνθέϲει ἢ καὶ ϲυναλοιφῇ, τῷ δευτέρῳ τουτέϲτι τῷ ἐπαγομένῳ φωνήεντι ἀκολουθεῖ. ἐν ἁπλότητι μὲν ἐπὶ τοῦ ἔτι τὸ τ τῷ ι ϲυντάϲϲεται, ἐν ϲυνθέϲει δὲ ἐπὶ τοῦ κατάγω ὁμοίωϲ τῷ μετ᾿ αὐτὸ α ϲυμβιβάζεται, ἐν ϲυναλοιφῇ δὲ ἐπὶ τοῦ κατ᾿ ἐμὲ τῷ ἐφεξῆϲ ϲυγγράφεται.