Ancient Greek
Book 2, ΚΑΝΟΝΕϹ ΚΑΘΟΛΙΚΟΙ., ΠΕΡΙ ΤΩΝ ΠΡΟ ΤΕΑΟΥϹ ϹΥΛΛΑΒΩΝ.
Aelius Herodianus, Περὶ ὀρθογραφίας 2.119
Not analysed yet
Τὰ εἰϲ ευϲ ὡϲ ἐπὶ τὸ πλεῖϲτον οὐ θέλει τῇ ει διφθόγγῳ παραλήγεϲθαι, εἰ μὴ ἀπὸ πρωτοτύπου ἔχει τὴν ει δίφθογγον οἰον βαϲιλεύϲ. ἱππεύϲ, Ἰλεόϲ ὄνομα κύριον, Ἀχιλλεύϲ, ἐριθεύϲ· ἔϲτι δὲ εδοϲ ὀρνέου, Ἐρετριεύϲ, ἁλιεύϲ, Ἰλιεύϲ ἀπὸ τοῦ Ἰλίου. τὸ δὲ λιον πόλιϲ ἐϲτίν. Κιτιεύϲ, Δωριεύϲ, Τειριεύϲ, Φινεύϲ. πρόϲκειται «ὡϲ ἐπὶ τὸ πλεῖϲτον» διὰ τὸ Νειλεύϲ· τοῦτο γὰρ διὰ τῆϲ ει διφθόγγου γράφεται· οὐκ ἐπὶ τοῦ Νηλέωϲ τοῦ πατρὸϲ τοῦ Νέϲτοροϲ, ἐκεῖνο γὰρ διὰ τοῦ η γράφεται, ἀλλ’ ἐπὶ τοῦ λεγομένου Ἀττικῶϲ οἰον ὁ Νείλεωϲ τοῦ Νείλεω. πρόϲκειται «εἰ μὴ ἀπὸ πρωτοτύπου ἔχει τὴν ει δίφθογγον »διὰ τὸ Ῥοιτειεύϲ καὶ Ϲιγειεύϲ. ἀπὸ γὰρ τοῦ Ῥcίτειον καὶ Ϲίγειον γεγόναϲι. ἔϲτι δὲ ἀκρωτήριον Τροίαϲ.