# Περὶ ὀρθογραφίας 2.143

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Book 2, ΚΑΝΟΝΕϹ ΚΑΘΟΛΙΚΟΙ., ΠΕΡΙ ΤΩΝ ΠΡΟ ΤΕΑΟΥϹ ϹΥΛΛΑΒΩΝ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-28/2.143

Τὰ διὰ τοῦ ία θηλυκὰ μονογενῆ παροξύτονα ὑπὲρ δύο ϲυλλαβὰϲ ὄντα κατὰ κοινὴν διάλεκτον, μὴ ὄντα ϲύνθετα ἀπὸ ἁπλοῦ ἔχοντα τὴν ει δίφθογγον μήτε ἀπὸ ἐθνικῶν γινόμενα κύρια διὰ τοῦ ι γράφεται. οἷον κοιλία, ἀγγελία, εὐϲπλαγχνία, ἀδοξία, εὐδία, ἁμαρτία, δυϲωδία, φανταϲία, εὐμορφία, θεωρία, οἰκία. πρόϲκειται «μονογενῆ » διὰ τὸ Πολυδευκεία χείρ καὶ Ἀλγαμεμνονεία ναῦϲ. ταῦτα γὰρ διὰ τῆϲ εἰ διφθόγγου γράφεται ὅτι τριγενῆ ἐϲτιν, Ἀγαμεμνόνειοϲ Ἀγαμεμνονεία Ἀγαμεμνόνειον. πρόϲκειται «παροξύτονα» διὰ τὸ εὐϲέβεια καὶ ἀναίδεια· ταῦτα γὰρ διὰ τῆϲ ει διφθόγγου γράφεται. πρόϲκειται «ὑπὲρ δύο ϲυλλαβὰϲ » διὰ τὸ μνεία καὶ χρεία. ταῦτα γὰρ ὁμοίωϲ γράφεται· πρόϲκειται «κατὰ κοινὴν διάλεκτον », ἐπειδὴ πολλάκιϲ οἱ Ἀθηναῖοι ἐπὶ τῶν διὰ τοῦ εια προπαροξυτόνων μακρὸν ποιοῦϲι τὸ α καὶ καταβιβάζουϲι τὸν τόνον καὶ φυλάττουϲι τὴν ει δίφθογγον οἷον ἀλήθεια κοινῶϲ καὶ ἀληθεία Ἀττικῶϲ, ἱέρεια κοινῶϲ καὶ ἱερεία Ἀττικῶϲ. πρόϲκειται « μὴ ὄντα ϲύνθετα ἀπὸ ἁπλῶν ἔχοντα τὴν ει δίφθογγον » διὰ τὸ ϲιτοδεία, ὃ ϲημαίνει τὴν ἔνδειαν τοῦ ϲίτου. τοῦτο γὰρ πρὸ τοῦ ἀ τόνον ἔχει, ἀλλ’ ἀπὸ ἁπλοῦ γέγονεν ἔχοντοϲ τὴν ει δίφθογγον. ἀπὸ γὰρ τοῦ δεία, ὃ ϲημαίνει τὴν ἔνδειαν, ὅπερ διὰ τῆϲ ει διφθόγγου γράφεται, ἐφύλαξε τὴν ει δίφθογγον. πρόϲκειται «μὴ ἀπὸ ἐθνικῶν γινόμενα κύρια », ἐπειδή ἐϲτιν Ἀργεῖοϲ ἀνὴρ ἀπὸ τοῦ Ἄργουϲ καὶ Ἀργεία γυνὴ ἡ τοῦ Ἄργουϲ. καὶ γίνεται τὸ Ἀργεία ὄνομα κύριον καὶ φυλάττει τὴν ει δίφθογγον τοῦ ἐθνικοῦ. τούτων οὖν οὕτωϲ ἐχόντων τὸ ὑγεία πρὸ μιᾶϲ τὸν τόνον ἔχον οὐκ ἀντίκειται ἥμιν γραφόμενον διὰ τῆϲ ει διφθόγγου, ἐπειδὴ δυνάμει προπαροξύτονόν ἐϲτιν. ὥϲπερ γὰρ ἀπὸ τοῦ εὐϲεβήϲ γέγονεν εὐϲέβεια, οτωϲ ἀπὸ τοῦ ὑγιήϲ ὑγίεια προπαροξυτόνωϲ καὶ κατὰ κράϲιν τοῦ ι καὶ τῆϲ ει διφθόγγου γέγονεν ὑγεία. δεῖ ϲημειώϲαϲθαι τὸ ἀνδρεία, ὅτι πρὸ μιᾶϲ τὸν τόνον ἔχον διὰ τῆϲ ει διφθόγγου γράφεται. λέγω δὲ τὸ ἐπὶ τῆϲ ἀρετῆϲ οἰον ἡ ἀνδρεία ὥϲπερ ἡ δικαιο- ϲύνῃ. πρόϲκειται «τὸ ἐπὶ τῆϲ ἀρετῆϲ», ἐπειδὴ ἐπὶ τῆϲ γυναικὸϲ ὥϲπερ ἀνδρεῖοϲ ἀνήρ ἀνδρεία υvή.

---

Herodianus, Περὶ ὀρθογραφίας, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg011.local001/.
