Ancient Greek
2.144 to 2.152
Aelius Herodianus, Περὶ ὀρθογραφίας 2.144-152
Not analysed yet
Πάντα τὰ εἰϲ ιλλα ὀνόματα διὰ τοῦ ι γράφεται, ϲκίλλα ἡ βοτάνη, Κλλα ἡ πόλιϲ, Μύριλλα, Τελέϲιλλα, Κύδιλλα. Τὰ διὰ τοῦ ινα ἀποϲτρέφεται τὴν ει δίφθογγον, Μύρινα, Ἄρπίνα, Ἰουϲτῖνα, αυϲτῖνα, Ἀντωνῖνα, Κωνϲταντῖνα, Καμάρινα χωρὶϲ τοῦ πεῖνα τοῦ ἐπὶ τῆϲ ἐνδείαϲ, πῖνα δὲ ἐπὶ τοῦ θαλαϲϲίου διὰ τοῦ ι, καὶ τοῦ τέρεινα, ὃ ϲημαίνει τὴν ἁπαλήν. Τὰ διὰ τοῦ ιννα διὰ τοῦ ι γράφεται, Φίλιννα, Ηριννα, Κόριννα, Βίτιννα. Πάντα τὰ διὰ τοῦ ειρα προπαροξύτονα διὰ τῆϲ εῖ διφθόγγου γράφεται κτλ. Τὰ διὰ τοῦ ιϲα μὴ ὄντα ἀπὸ ῥημάτων ἐχόντων τὴν ει δίφθογγον διὰ τοῦ ι γράφεται οἰον ϲάριϲα. Πῖϲα, Λάριϲα, μιϲα, Κρῖϲα, κνῖϲα, Μῖϲα. πρόϲκειται «μὴ ὄντα ἀπὸ ῥημάτων ἐχόντων τὴν ει δίφθογγον» διὰ τὸ πεῖϲα ἡ πειθώ καὶ δεῖϲα ἡ ὑγραϲία. ἀπὸ γὰρ τοῦ δεύϲω μέλλοντοϲ γέγονε δεῦϲα καὶ κατὰ τροπὴν τοῦ ῦ εἰϲ ι δεῖϲα. Πόντα τὰ εἰϲ ϲϲα λήγοντα διὰ τοῦ ι γράφεται, κίϲϲα, πίϲϲα, βαϲίλιϲϲα, Φοινίκιϲϲα, μέλιϲϲα· οὐδέποτε γὰρ πρὸ τῶν δύο cc ἡ ει δίφθογγοϲ εὑρίϲκεται κτλ. Τὰ εἰϲ α λήγοντα διϲύλλαβα μονογενῆ ἔχοντα πρὸ τοῦ ᾶ διπλοῦν διὰ τοῦ ί γράφεται, ῥίζα, ϲχίζα, δίψα, Φρίξα. Τὰ εἰϲ α λήγοντα ὑπὲρ δύο ϲυλλαβὰϲ ἔχοντα πρὸ τοῦ α διπλοῦν διὰ τοῦ ι γράφεται οἷον Δούριζα λίμνηϲ ὄνομα, Τυρόδιζα ὄνομα πόλεωϲ. Περὶ τῶν εἰϲ η.