Ancient Greek
Book 2, ΚΑΝΟΝΕϹ ΚΑΘΟΛΙΚΟΙ., ΠΕΡΙ ΤΩΝ ΠΡΟ ΤΕΑΟΥϹ ϹΥΛΛΑΒΩΝ.
Aelius Herodianus, Περὶ ὀρθογραφίας 2.157
Not analysed yet
Τὰ διὰ τοῦ ιλη μήτε ἀπὸ κράϲεωϲ ἔχοντα μήτε ἀπὸ πλεοναϲμοῦ τὸ ι ἀποϲτρέφεται τὴν ει δίφθογγον οἷον ϲμίλη τὸ ϲμιλίον, ἴλη ἡ ἄθροιϲιϲ, παϲτίλη η τελευταία ἡμέρα τοῦ ἐνιαυτοῦ, ϲπατίλη τὸ ἀπόξυϲμα τῶν δερμάτων καὶ τὸ υγρὸν διαχώρημα, μυϲτίλη ὁ κοῖλοϲ ἄρτοϲ, μαρίλη η κόνιϲ ἡ γινομένη ἐκ τοῦ ϲβέννυϲθαι τοὺϲ καρπούϲ. πρόϲκειται ἐν τῷ κανόνι μὴ ὄντα ἀπὸ κράϲεωϲ »διὰ τὸ δείλη ἡ δειλινή. τοῦτο γὰρ διὰ τῆϲ ει διφθόγγου γράφεται, ἀλλ’ ἀπὸ κράϲεώϲ ἐϲτιν, ἀπὸ γὰρ τοῦ ἐνδεῖν τῇ ἕλῃ, ὅ ἐϲτι τῇ θερμαϲίᾳ —τότε γὰρ ἄρχεται ἡ θερμαϲία τοῦ ἡλίου ἐνδεῖν γέγονε δεέλη καὶ κατὰ κρᾶϲιν τῶν δύο εε εἰϲ τὴν ει δίφθογγον δείλη. πρόϲκειται πάλιν «μὴ ἔχοντα ἀπὸ πλεοναϲμοῦ τὸ ι» ἐπειδὴ ἀπὸ τοῦ ἕλη τοῦ ϲημαίνοντοϲ τὴν θερμαϲίαν γίνεται εἴλη διὰ τῆϲ ι διφθόγγου κατὰ πλεοναϲμὸν τοῦ ι. δεῖ προϲθεῖναι χωρὶϲ τοῦ ὀφειλή τὸ χρέοϲ καὶ ἀπειλή καὶ ὠτειλή τὸ τραῦμα.