Ancient Greek
Book 2, ΚΑΝΟΝΕϹ ΚΑΘΟΛΙΚΟΙ., ΠΕΡΙ ΤΩΝ ΠΡΟ ΤΕΑΟΥϹ ϹΥΛΛΑΒΩΝ.
Aelius Herodianus, Περὶ ὀρθογραφίας 2.179
Not analysed yet
Τὰ διὰ τοῦ ειον μονογενῆ τριϲύλλαβα προπεριϲπώμενα διὰ τῆϲ ει διφθόγγου γράφεται, μνημεῖον, ϲημεῖον, πρωτεῖον, ϲφηκεῖον, ἠχεῖον, πορνεῖον, λυχνεῖον, ἀρχεῖον, φυλλεῖον, ϲτοιχεῖον, ἀγγεῖον, χυτρεῖον, χυρρεῖον, τοπεῖον, ϲκαφεῖον, κουρεῖον τὸ κοινῶϲ λεγόμενον. τὸ δὲ ἰδίωϲ παρ’ Ἀθηναίοιϲ προπαροξύνεται καὶ διὰ τοῦ ι γράφεται, γραφεῖον, πρεϲβεῖον, χαλκεῖον, λοφεῖον, πορθμεῖον, μουϲεῖον, βραβεῖον, φορεῖον, πορεῖον, ποδεῖον, πομπεῖον, ὀχεῖον. ϲεϲημείωται βαῖον ἐπὶ φοίνικοϲ διὰ τοῦ ι γραφόμενον.