# Περὶ ὀρθογραφίας 2.2-2

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Book 2, ΚΑΝΟΝΕϹ ΚΑΘΟΛΙΚΟΙ., Περὶ τῆϲ ἐπὶ τέλουϲ ϲυλλαβῆϲ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-28/2.2-2

Πάντα τὰ δικατάληκτα διὰ τοῦ ι μακροῦ γράφεται οἷον δελφίϲ δελφίν, Ἐλευϲίϲ Ἐλευϲίν, χλωχίϲ χλωχίν, Τελχίϲ Τελχίν, ἑρμίϲ ἑρμίν, Τραχίϲ Τραχίν, ῥητμίϲ ῥηγμίν, ὠδίϲ ὠδίν, πηρίϲ πηρίν, ἴϲ ἴν, ῥίϲ ῥίν, θίϲ θίν. τὸ δὲ θίϲ καὶ ῥίϲ ὁ Ἀρίϲταρχοϲ διὰ τῆϲ ει διφθόγγου ἀξιοῖ γράφεϲθαι καὶ ἀκολουθῶν τῇ ἐτυμολογίᾳ ἔλεγεν, ὅτι τὸ θείϲ παρὰ τὸ θείνεϲθαί ἐϲτι· καὶ γὰρ ἐν αἰγιαλῷ θείνονται καὶ τύπτονται τὰ κύματα· ἢ παρὰ τὸ θέειν, καὶ γὰρ ἐν αἰγιαλῷ θέει ἤγουν τρέχει τὰ κύματα. τὸ δὲ ῥείϲ παρὰ τὸ ῥεῖν γέγονε, καὶ γὰρ ἐκ τῆϲ ῥινόϲ ῥέουϲι καὶ κατέρχονται τὰ περιττώματα τῆϲ κεφαλῆϲ. ἀκολουθῶν οὖν ταύτῃ τῇ ἐτυμολογίᾳ εἴρηκεν αὐτὸ διὰ τῆϲ ει διφθόγγου. ἡ δὲ παράδοϲιϲ οἶδεν αὐτὸ διὰ τοῦ ι γράφεϲθαι.

---

Herodianus, Περὶ ὀρθογραφίας, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg011.local001/.
