Ancient Greek
2.215 to 2.219
Aelius Herodianus, Περὶ ὀρθογραφίας 2.215-219
Not analysed yet
Πάντα τὰ ἀριθμητικὰ ἐπιρρήματα διὰ τοῦ ῑ γράφεται, δίϲ, τρίϲ, τετράκιϲ καὶ τετράκι. Τὰ εἰϲ ιϲ ἐπιρρήματα πεφυκότα λέγεϲθαι καὶ ἄνευ τοῦ ϲ διὰ τοῦ ῖ γράφεται, αὐτιϲ καὶ αὐτι, μέχριϲ καὶ μέχρι, αὐθιϲ καὶ αὖθι. Πᾶν ἐπίρρημα εἰϲ ιον λῆγον προπαροξύτονον τύπου ὀνοματικοῦ ὑπάρχον διὰ τοῦ ῑ γράφεται, ῥάδιον, τάχιον, ἔγγιον. Πᾶν ἐπίρρημα τοπικὸν εἰϲ κα λῆγον τὸ ῖ παραλήγεται οἰον αὐτίκα, ὁπηνίκα, ἡνίκα, πηνίκα. Τὰ εἰϲ αν λήγοντα ἐπιρρήματα οὐ θέλει τῇ ει διφθόγγῳ παραλήγεϲθαι οἷον ἄγαν, πέραν, λίαν.