Ancient Greek
Book 2, ΚΑΝΟΝΕϹ ΚΑΘΟΛΙΚΟΙ., ΠΕΡΙ ΤΩΝ ΠΡΟ ΤΕΑΟΥϹ ϹΥΛΛΑΒΩΝ.
Aelius Herodianus, Περὶ ὀρθογραφίας 2.23
Not analysed yet
Τὰ εἰϲ οϲ ἀρϲενικὰ εἴτε ἀπὸ εὐθείαϲ εἴτε ἀπὸ γενικῆϲ ποιοῦντα πατρωνυμικὰ ἢ τύπον πατρωνυμικὸν ἔχοντα εἰϲ δηϲ διὰ τοῦ ι γράφει τὴν παραλήγουϲαν, Κρονίδηϲ, Κλυτίδηϲ, Πριαμίδηϲ, Τανταλίδηϲ, Ἑκτορίδηϲ, Πελοπίδηϲ, Κεκροπίδηϲ, Μεμνονίδηϲ, Φοινικίδηϲ, Λεωνίδηϲ, Ἀπολλωνίδηϲ, Βηλίδηϲ, Κοδρίδηϲ, Λαγίδηϲ, Ὑπερίδηϲ —ὥϲπερ γὰρ παρὰ τὴν ἀνά πρόθεϲιν γίνεται Ἄνιοϲ καὶ παρὰ τὴν ὑπό Ὕπιοϲ ποταμόϲ, οὕτω καὶ παρὰ τὴν ὑπέρ ὕπεροϲ καὶ ἐκεῖθεν λοιπὸν Ὑπερίδηϲ —Εὐριπίδηϲ. τύπου δὲ πατρωνυμικοῦ ὄντα παρετάθηϲαν διὰ τῆϲ ει Λυϲιθείδηϲ, Κηκείδηϲ, Κυθνείδηϲ, Ὠρείδηϲ, Ἐχεφυλλείδηϲ, Ϲκυθρωπείδηϲ, Θαρρελείδηϲ, Φιλομηλείδηϲ «Φιλομηλείδῃ ἐπάλαιϲεν ἀναϲτάϲ» (Od. δ 343).