Ancient Greek
Book 2, ΚΑΝΟΝΕϹ ΚΑΘΟΛΙΚΟΙ., Περὶ τῆϲ ἐπὶ τέλουϲ ϲυλλαβῆϲ.
Aelius Herodianus, Περὶ ὀρθογραφίας 2.3-2
Not analysed yet
Πάντα τὰ εἰϲ ειρ λήγοντα εἴτε ἁπλᾶ εἴτε ϲύνθετα. διὰ τῆϲ ει διφθόγγου γράφεται οἷον χείρ παρὰ τὸ ἔχειν, ὅπερ οἱ Αἰολεῖϲ χήρ φαϲι τρέποντεϲ τὴν ει εἰϲ τὸ η οἷον πλείων πλήων, μείων μήων, φθείρ τὸ ἀπὸ τῆϲ φθορᾶϲ τοῦ ϲώματοϲ ἀπὸ τοῦ φθείρω, Εἴρ ὄνομα ποταμοῦ ἀπὸ τοῦ εἴρω τὸ ϲυμπλέκω, πολύχειρ, αὐτόχειρ, ἑκατόγχειρ, ἀντίχειρ, χρυϲοέθειρ, Βέχειρ, Ϲάπειρ, Ἀλάζειρ, Λίγειρ, Ἐλάτειρ, μεθ᾿ ὧν τὰ Βοιωτικὰ πατείρ, μήτειρ. ϲεϲημείωται τὸ Φθίρ τὸ ἐπὶ τοῦ υἱοῦ Ἐνδυμίωνοϲ, ἀφ᾿ οὗ τὸ «Φθιρῶν ὄροϲ ἀκριτόφυλλον» (Β 868).