# Περὶ ὀρθογραφίας 2.3-9

Aelius Herodianus, Περὶ ὀρθογραφίας, 2.3 to 2.9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-28/2.3

Πᾶϲα λέξιϲ ἀπὸ τῆϲ βλι ϲυλλαβῆϲ ἀρχομένη διὰ τοῦ ι γράφεται χωρὶϲ εἰ μὴ ἀπὸ κλίϲεωϲ ῥήματοϲ ϲχῇ αὐτήν. πρόϲκειται «ἀπὸ κλίϲεωϲ ῥήματοϲ» διὰ τὸ βλῆμι καὶ βλεῖο. Πᾶϲα λέξιϲ ἀπὸ τῆϲ βρι ϲυλλαβῆϲ ἀρχομένη διὰ τοῦ ι γράφεται οἷον Βριϲηΐϲ, βρί τὸ μέγα, βριθοϲύνη τὸ βάροϲ, βριαρόϲ ὁ ἰϲχυρόϲ, βριάειν αὔξειν καὶ οὐκ ἔχει δίφθογγον. Πᾶϲα λέξιϲ ἀπὸ τῆϲ γλι ϲυλλαβῆϲ ἀρχομένη ἀποϲτρέφεται τὴν ει δίφθογγον Γλιϲᾶϲ, γλίον τὸ ἰϲχυρόν, γλία ἡ κόλλα, γλιῶϲαι τὸ παίζειν. Πᾶϲα λέξιϲ ἀπὸ τῆϲ γρι ϲυλλαβῆϲ ἀρχομένη διὰ τοῦ ι γράφεται οἷον γρίντηϲ ὁ βυρϲεύϲ, γριπεύϲ ὁ ῥάπτων τὰ ἁλιευτικὰ δίκτυα, γριφᾶϲθαι· οὕτω λέγουϲι τὸ γράφειν Λάκωνεϲ, γρῖφοϲ, ϲημαίνει δὲ τὸ δύϲλυτον αἴνιγμα, γρῖνοϲ τὸ δέρμα, γρίϲων ὁ χοῖροϲ, γρῖποϲ παρὰ τὸ ἀγρεῖν, ὅ ἐϲτι παρακολουθεῖν τῇ ἄγρᾳ. Πᾶν ὄνομα καὶ πᾶν μέροϲ λόγου, ᾧ ἔγκειται τὸ κρι μόριον, διὰ τοῦ ι γράφεται οἷον κριόϲ, κριτήϲ, κρίϲιϲ, κριθή, κριθάριον, κριθιῶ, κρίθινοϲ. ϲεϲημείωται τὸ κρείϲϲων, καὶ κρέϲϲων μὴ πλεονάζοντοϲ τοῦ ι λέγεται κρέϲϲων γὰρ οἰκτιρμοῦ φθόνοϲ· ἦν θεὸϲ ἢ κρέϲϲον· τί ὀνηϲόμεθα τὸ κρειοφάγοϲ οὐκ ἐναντιοῦται, κρεοφάγοϲ γάρ, καὶ κρείων, κρέων γάρ. Πᾶϲα λέξιϲ ἀπὸ τῆϲ τρι ϲυλλαβῆϲ ἀρχομένη διὰ τοῦ ι γράφεται οἷον τριϲμάκαρεϲ, τριϲάθλιοϲ, τριϲάκιϲ, τριϲϲῶϲ, τριϲμύρια, τριϲόλβιοϲ. ϲεϲημείωται τὸ τρεῖϲ πληθυντικὸϲ ἀριθμὸϲ καὶ τὸ τρεῖϲ τὸ ῥῆμα τὸ ϲημαῖνον τὸ τρέμειϲ· ἐκ τοῦ τρῶ τρεῖϲ. Οὐδέποτε μετὰ τοῦ φ εὑρίϲκεται δίφθογγοϲ καταλήγουϲα εἰϲ ρ ϲυμφώνου ἐπιφερομένου οἷον φάρμακον «φροντίδοϲ εὐρείηϲ — ϲτῆθοϲ καὶ χείλεα φύρϲω» (ϲ 21), «κείμενον ἐν φέρτρῳ» (Ϲ 236) πλὴν τοῦ φθειρϲί παρὰ Ἀρχιλόχῳ «φθειρϲὶ μοχθίζοντα» ἀπὸ τοῦ φθείρ φθειρόϲ.

---

Herodianus, Περὶ ὀρθογραφίας, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg011.local001/.
