# Περὶ ὀρθογραφίας 2.35

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Book 2, ΚΑΝΟΝΕϹ ΚΑΘΟΛΙΚΟΙ., ΠΕΡΙ ΤΩΝ ΠΡΟ ΤΕΑΟΥϹ ϹΥΛΛΑΒΩΝ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-28/2.35

Τὰ διὰ τοῦ ιοϲ διϲύλλαβα ἀρϲενικὰ τὴν ει δίφθογγον ἀποϲτρέφεται, βίοϲ, βιόϲ τὸ τόξον, δῖοϲ, Δῖοϲ τὸ κύριον, ἴοϲ ὁ μόνοϲ, ἰόϲ τοῦ ὄφεωϲ, μνιόϲ ὁ ἁπαλόϲ παῤ Εὐφορίωνι, Χῖοϲ ὁ πολίτηϲ τῆϲ Χίου. Θρῖοϲ ὄνομα ποταμοῦ, Κίοϲ ὄνομα κύριον, Πῖοϲ ὄνομα κύριον, Τίοϲ ὄνομα κύριον, Κρῖοϲ ὄνομα Τιτᾶνοϲ καὶ κριόϲ ὁ προηγούμενοϲ τῆϲ ποίμνηϲ παρὰ τὸ κεκρίϲθαι τὰϲ τρίχαϲ· διαφέρουϲι γὰρ αἱ τρίχεϲ τοῦ κριοῦ τῶν ἄλλων ζῴων. τινὲϲ δὲ λέγουϲι παρὰ τὸ κέραϲ γίνεϲθαι κεριόϲ καὶ ϲυγκοπῇ κριόϲ. οὐ καλῶϲ. κεραῖοϲ γὰρ ὤφειλεν εἶναι ὡϲ κνέφαϲ κνεφαῖοϲ, οὖδαϲ οὐδαῖοϲ. πρόϲκειται «ἀρϲενικά» διὰ τὸ νειόϲ, ὃ ϲημαίνει. τὴν ἀρουραίαν γῆν. ἔϲτι δὲ θηλυκόν. ϲεϲημείωται ταῦτα· θεῖοϲ, Κεῖοϲ ὁ τῆϲ Κέω πόλεωϲ, πλεῖοϲ, μεῖοϲ, λεῖοϲ, ῥεῖοϲ, οὕτω δὲ λέγουϲιν οἱ Κύπριοι τὸν ἀϲθενῆ παρὰ τὸ ῥεῖα, ὃ ϲημαίνει τὸ εὐχερέϲ. χρεῖοϲ παρὰ τὴν χρείαν. τὸ δὲ Φλῖοϲ — ϲημαίνει δὲ τὸν Διόνυϲον· ἔϲτι δὲ καὶ ὄνομα πόλεωϲ — διφορεῖται. τινὲϲ μὲν γὰρ διὰ τοῦ ι γράφουϲιν αὐτό, τινὲϲ δὲ διὰ τῆϲ ει διφθόγγου.

---

Herodianus, Περὶ ὀρθογραφίας, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg011.local001/.
