# Περὶ ὀρθογραφίας 2.39

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Book 2, ΚΑΝΟΝΕϹ ΚΑΘΟΛΙΚΟΙ., Περὶ τῆϲ αι διφθόγγου.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-28/2.39

Τὰ διὰ τοῦ αιον οὐδέτερα μονογενῆ προπαροξύτονα διὰ τῆϲ αι διφθόγγου γράφεται, ϲεϲημειωμένου τοῦ χαῖον διϲυλλάβου μόνου καὶ διὰ τῆϲ αι διφθόγγου γραφομένου. ὁ γὰρ κανὼν περὶ τριϲυλλάβων γίνεται οἷον Κώπαιον, Ἥραιον τὸ τέμενοϲ, νόμαιον τὸ μονογενέϲ, ἔλαιον, οὔραιον, Ϲκύλλαιον, πρέμναιον, Κίρκαιον τὸ ὄροϲ, Δίρκαιον, Κότταιον τὸ ὄροϲ, Ἕρμαιον, Φοίβαιον, Κύταιον ἡ πόλιϲ, γύναιον, Λύκαιον τὸ ὄροϲ, δέραιον. ϲεϲημείωται τὸ ὄρνεον, ὄϲτρεον διὰ τοῦ ε γραφόμενα. λέγεται δὲ καὶ ὄϲτρειον διὰ τῆϲ ει διφθόγγου κατὰ πλεοναϲμὸν τοῦ ι. οὕτω δὲ κάνεον διὰ τοῦ ε ψιλοῦ καὶ κατὰ ϲυναίρεϲιν γίνεται κανοῦν. ὤεον δὲ διὰ τοῦ ε ψιλοῦ γραφόμενον οὐ μάχεται, διότι ἐκ πλεοναϲμοῦ ἔχει τὸ ε· τὸ χρύϲεον, ἀργύρεον, χάλκεον καὶ εἴ τι ὅμοιον οὐ μονογενέϲ. ἀπὸ γὰρ τοῦ χρύϲειοϲ, ἀργύρειοϲ, χάλκειοϲ Ἰωνικῶϲ ἐγένετο χρύϲεοϲ καὶ ἀργύρεοϲ καὶ τὸ οὐδέτερον ἔχει χρύϲεον καὶ ἀργύρεον καὶ χάλκεον. τὸ δένδρεον καὶ αὐτὸ οὐκ ἀντίκειται, ἐκ πλεοναϲμοῦ γὰρ τὸ ε.

---

Herodianus, Περὶ ὀρθογραφίας, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg011.local001/.
