# Περὶ ὀρθογραφίας 2.40-43

Aelius Herodianus, Περὶ ὀρθογραφίας, 2.40 to 2.43. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-28/2.40

Τὰ διὰ τοῦ αιον ὑπὲρ τρεῖϲ ϲυλλαβὰϲ εἴτε προπαροξύνεται εἴτε προπεριϲπᾶται, διὰ τῆϲ αι διφθόγγου γράφεται οἷον Χαλαϲτραῖον τὸ νίτρον, Ϲτεφαναῖον ὄνομα τόπου, Ἠλακαταῖον ὄροϲ Θεϲϲαλίαϲ, Καναϲτραῖον, Ἀμυκλαῖον, Ἀραχναῖον. Τὰ εἰϲ θρον οὐδέτερα διὰ τοῦ ε γράφεται οἷον βέρεθρον, πολίεθρον, πέλεθρον, θύρεθρον. ϲεϲημείωται τὸ ὕπαιθρον. Τὰ εἰϲ οϲ οὐδέτερα εἴτε διϲύλλαβα εἴτε ὑπὲρ δύο ϲυλλαβὰϲ ὀνόματα διὰ τοῦ ε ψιλοῦ γράφει τὴν παραλήγουϲαν οἷον βέλοϲ, δέλοϲ, βρέφοϲ, δέοϲ, κλέοϲ, μέγεθοϲ, ϲτέλεχοϲ. ϲεϲημείωται τὸ λαῖφοϲ καὶ αἶϲχοϲ διὰ τῆϲ αι διφθόγγου γραφόμενα. Τὰ διὰ τοῦ εγω ῥήματα διὰ τοῦ ε ψιλοῦ γράφεται οἷον φλέγω, ψέγω· ἢ καὶ τὰ ἔχοντα τὸ ο ἐγκείμενον ἐν τοῖϲ ὀνόμαϲιν ἔχει τὸ ε ἀντιπαρακείμενον ἐν τοῖϲ ῥήμαϲιν.

---

Herodianus, Περὶ ὀρθογραφίας, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg011.local001/.
