Ancient Greek
Book 2, ΚΑΝΟΝΕϹ ΚΑΘΟΛΙΚΟΙ., Περὶ τῆϲ αι διφθόγγου.
Aelius Herodianus, Περὶ ὀρθογραφίας 2.44
Not analysed yet
Τὰ διὰ τοῦ εδω ῥήματα εἴτε βαρύτονα εἴτε περιϲπώμενα διὰ τοῦ ε ψιλοῦ γράφεται, ἔδω τὸ ἐϲθίω, μέδω. ταῦτα δὲ διφορεῖται· εἰϲὶ γὰρ βαρύτονα καὶ περιϲπώμενα ὡϲ παρὰ τῷ ποιητῇ «Δωδώνηϲ μεδέων» (Π 234) καὶ ἐδῶ, ἐξ οὗ ἤδεϲται ἐδεϲτόν καὶ ἀνέδεϲτον τὸ μὴ ἐϲθιόμενον. περιϲπώμενα δέ εἰϲι πεδῶ μεδῶ ϲκεδῶ. ϲεϲημείωται τὸ αἰδῶ, ὃ ϲημαίνει τὸ αἰδοῦμαι. γράφεται δὲ διὰ τῆϲ αι διφθόγγου.