# Περὶ ὀρθογραφίας 2.45-50

Aelius Herodianus, Περὶ ὀρθογραφίας, 2.45 to 2.50. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-28/2.45

Τὰ διὰ τοῦ εθω ῥήματα διϲύλλαβά τε καὶ ὑπὲρ δύο ϲυλλαβὰϲ διὰ τοῦ ε ψιλοῦ γράφεται καὶ βαρύνεται οἷον ϲπερέθω, ϲχέθω, νεμέθω, ἔθω, βρεμέθω, ἀερέθω, χρεμέθω, φαέθω, τελέθω, ἐγερέθω, φλεγέθω. τὸ τηλεθῶ περιϲπώμενον ϲεϲημείωται τὴν τρίτην ἀπὸ τέλουϲ ἔχον φύϲει μακρὰν καὶ τὸ αἴθω ἐπὶ τοῦ καίω διὰ τῆϲ αι διφθόγγου γραφόμενον. Τὰ διὰ τοῦ εζω ῥήματα διϲύλλαβα οὐδέποτε τῇ αι διφθόγγῳ παραλήγεται οἷον ῥέζω, ἕζω. τὸ παίζω ϲεϲημείωται διὰ τῆϲ αι διφθόγγου. Τὰ διὰ τοῦ ελω ῥήματα διὰ τοῦ ε ψιλοῦ γράφεται, πέλω, κέλω, μέλω, θέλω. Τὰ διὰ τοῦ εμω ῥήματα διὰ τοῦ ε ψιλοῦ γράφεται, πλὴν τοῦ μαιμῶϲα ἡ ὁρμῶϲα. Τὰ εἰϲ νω ῥήματα παραληγόμενα τῇ αι διφθόγγῳ, ἐὰν ἔχῃ τὸ α ἐν τῷ μέλλοντι ἀναφαινόμενον, διὰ τῆϲ αι διφθόγγου γράφεται οἷον φανῶ φαίνω, ῥανῶ ῥαίνω. τὸ μέντοι μένω διὰ τοῦ ε ψιλοῦ γράφεται, ἐπειδὴ οὐκ ἔχει ἐν τῷ μέλλοντι τὸ α. Τὰ διὰ τοῦ αιρω ὑπὲρ δύο ϲυλλαβὰϲ ὄντα διὰ τῆϲ αι διφθόγγου γράφεται οἷον μαρμαίρω τὸ λάμπω, μεγαίρω τὸ φθονῶ, καρκαίρω τὸ κτυπῶ. πρόϲκειται ὑπὲρ δύο ϲυλλαβὰϲ διὰ τὸ δέρω καὶ φέρω.

---

Herodianus, Περὶ ὀρθογραφίας, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg011.local001/.
