# Περὶ ὀρθογραφίας 2.84

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Book 2, ΚΑΝΟΝΕϹ ΚΑΘΟΛΙΚΟΙ., ΠΕΡΙ ΤΩΝ ΠΡΟ ΤΕΑΟΥϹ ϹΥΛΛΑΒΩΝ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-28/2.84

Τὰ εἰϲ ικοϲ ϲύνθετα ὀνόματα παρὰ τὴν νίκην γινόμενα διὰ τοῦ ι γράφεται οἷον Καλλίνικοϲ, Ἐπίνικοϲ, Ϲτρατόνικοϲ. τὸ φιλόνικοϲ ἐπὶ τοῦ τὴν νίκην φιλοῦντοϲ. τὸ δὲ φιλόνεικοϲ διὰ τῆϲ ει διφθόγγου γραφόμενον παρὰ τὸ νεῖκοϲ ἐγένετο. καὶ τὸ προύνεικοϲ δὲ διὰ διφθόγγου γράφεται· ϲημαίνει δὲ τοὺϲ ὑβριϲτὰϲ καὶ τοὺϲ ἄνδραϲ ἱϲταμένουϲ ἐν ταῖϲ ἀγοραῖϲ καὶ φέρονταϲ τὰ ὤνια καὶ λαμβάνονταϲ ὑπὲρ τούτων μιϲθόν. εἴτε δὲ τοὺϲ ὑβριϲτὰϲ ϲημαίνει εἴτε τοὺϲ ἄλλουϲ, διὰ τῆϲ ει διφθόγγου γράφεται. καὶ ἐπὶ μὲν τῶν ὑβριϲτῶν, ἐπειδὴ παρὰ τὴν πρό πρόθεϲιν καὶ τὸ νεῖκοϲ γέγονε πρόνεικοϲ, τὸ δὲ νεῖκοϲ διὰ τῆϲ ει διφθόγγου γράφεται· εἰ δὲ τοὺϲ ἄλλουϲ ϲημαίνει, ἐπειδὴ παρὰ τὴν πρό πρόθεϲιν καὶ τὸ ἐνείκω Βοιωτιακὸν γέγονε προένεικοϲ καὶ κατὰ κρᾶϲιν τοῦ ο καὶ ε εἰϲ τὴν ου δίφθογγον προὔνεικοϲ ὥϲπερ τὸ ἐμόν τοὐμόν.

---

Herodianus, Περὶ ὀρθογραφίας, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg011.local001/.
