# Περὶ ὀρθογραφίας 2.9

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Book 2, ΚΑΝΟΝΕϹ ΚΑΘΟΛΙΚΟΙ., Περὶ τῆϲ ἐπὶ τέλουϲ ϲυλλαβῆϲ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-28/2.9

Καθόλου τὰ εἰϲ ιϲ λήγοντα εἴτε ἀρϲενικὰ εἴτε θηλυκὰ εἶτε δικατάληκτα εἴτε μὴ εἴτε ἁπλᾶ εἴτε ϲύνθετα εἴτε μακροκατάληκτα εἴτε μὴ μακροκατάληκτα, οἷον ἂν τόνον ἐπιδέχηται, κατὰ κοινὴν διάλεκτον ὄντα ἀποϲτρέφεται τὴν διὰ τῆϲ ει διφθόγγου γραφήν εἰ δέ τι διὰ τῆϲ ει διφθόγγου εὑρεθῇ γραφόμενον, τοῦτο ἔχει ἐν τῇ γενικῇ ἀναφαινόμενον τὸ ε οἷον Πάριϲ, ὄφιϲ, μάντιϲ, Θέτιϲ, κράϲτιϲ. πίϲτιϲ, ὄρνιϲ, Βούϲιριϲ, Ὄϲιριϲ, Ἦτιϲ ὄνομα πόλεωϲ, λιπόπατριϲ, Εὔπολιϲ ἄπολιϲ, κνημίϲ, ἀϲπίϲ, ῥανίϲ, βολίϲ, ψηφίϲ, κρηπίϲ, Ἐλευϲίϲ. πρόϲκειται «κατὰ κοινὴν διάλεκτον» ἐπειδὴ οἱ Βοιωτοὶ τὸ λέβηϲ πένηϲ παῤ ἡμῖν διὰ τοῦ η γραφόμενα διὰ τῆϲ ει γράφουϲιν οἷον λέβειϲ, πένειϲ. πρόϲκειται «εἰ δέ τι εὑρεθῇ διὰ τῆϲ ει διφθόγγου γραφόμενον, τοῦτο ἔχει ἐν τῇ γενικῇ ἀναφαινόμενον τὸ ε» διὰ τὸ χαρίειϲ χαρίεντοϲ, τιμήειϲ τιμήεντοϲ, εἷϲ ἑνόϲ, κτείϲ κτενόϲ. ταῦτα γὰρ διὰ τῆϲ ει γράφεται καὶ ἔχει ἐν τῇ γενικῇ τὸ ε ἀναφαινόμενον. δεῖ ϲημειώϲαϲθαι τὸ κλείϲ κλειδόϲ, ὃ ϲημαίνει τὸ κλειδίον καὶ τὰ παῤ αὐτὸ οἷον κατάκλειϲ κατάκλειδοϲ, ἀντήρειϲ ἀντήρειδοϲ. ϲημαίνει δὲ πᾶν εἰϲ ὃ ἐπερείδεταί τιϲ. ταῦτα γὰρ διὰ τῆϲ ει διφθόγγου γράφεται καὶ οὐκ ἔχει τὸ ε ἐν τῇ γενικῇ ἀναφαινόμενον. ἀντιτιθέαϲι δέ τινεϲ πρὸϲ τὸν λόγον τὸν λέγοντα «εἰ δέ τι εὑρεθῇ διὰ τῆϲ ει διφθόγγου γραφόμενον, τοῦτο ἔχει ἐν τῇ γενικῇ τὸ ε», ἰδοὺ γὰρ τὸ ὄφιϲ ὄφεωϲ καὶ πόλιϲ πόλεωϲ καὶ μάντιϲ μάντεωϲ καὶ τὰ ὅμοια ἔχει ἐν τῇ γενικῇ τὸ ε ἀναφαινόμενον καὶ οὐ γράφεται διὰ τῆϲ ει διφθόγγου, ἀλλὰ διὰ τοῦ ι. πρὸϲ οὕϲ ἐϲτιν εἰπεῖν, ὅτι τοῦτο γίνεται, ἐπειδὴ οὐκ ἔϲτι κοινὸν τὸ ε, ἀλλὰ κατὰ Ἀττικούϲ. ἐϲτι γὰρ ὄφιϲ ὄφιοϲ κοινῶϲ. οἱ Ἀττικοὶ οὖν ἔτρεψαν τὸ ι εἰϲ ε καὶ τὸ ο εἰϲ ω καὶ ἐγένετο ὄφεωϲ καὶ πόλεωϲ.

---

Herodianus, Περὶ ὀρθογραφίας, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg011.local001/.
