# Περὶ ὀρθογραφίας 2.99

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Book 2, ΚΑΝΟΝΕϹ ΚΑΘΟΛΙΚΟΙ., ΠΕΡΙ ΤΩΝ ΠΡΟ ΤΕΑΟΥϹ ϹΥΛΛΑΒΩΝ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-28/2.99

Τὰ διὰ τοῦ ινοϲ ὀνόματα διϲύλλαβα πρὸ μιᾶϲ τὸν τόνον ἔχοντα μὴ ἔχοντα ἀπὸ πλεοναϲμοῦ τὸ διὰ τοῦ ι γράφεται οἷον ϲχῖνοϲ, πρῖνοϲ, δῖνοϲ· τὸ δὲ ξεῖνοϲ διὰ διφθόγγου γράφεται· ὥϲπερ γὰρ ἀπὸ τοῦ κενόϲ γίνεται κεινόϲ κατὰ πλεοναϲμὸν τοῦ ι οἶον «κεινὴ δὲ τρυφάλεια ἅμ’ ἕϲπετο χειρὶ παχείῃ» (Γ 376), τὸν αὐτὸν τρόπον καὶ ξένοϲ γέγονε ξεῖνοϲ. καὶ πάλιν οἱ Αἰολεῖϲ ξέννοϲ λέγουϲιν· μηδεὶϲ δὲ οἰέϲθω ὅτι τὸ ξέννοϲ ἀπὸ τοῦ ξεῖνοϲ γέγονεν· οὐδέποτε γὰρ οἱ Αίολεῖϲ τὸ ὸ πὸ πλεοναϲμοῦ ἀποβάλλουϲι καὶ διπλαϲιάζουϲι τὸ ϲύμφωνον οἷον ὁ κενόϲ γίνεται κεινόϲ καὶ οὐ λέγουϲι παρ’ αὐτοῦ κέννοϲ· ἀλλὰ ἀπὸ τοῦ ξένοϲ γέγονε ξέννοϲ· καὶ γὰρ πολλάκιϲ καὶ ἐπὶ βραχείαϲ ϲυλλαβῆϲ ποιοῦνται τοῦ ϲυμφώνου διπλαϲιαϲμὸν οἷον Ἔννη ἔϲτι δὲ ὄνομα πόλεωϲ, θεράπων θεράπων. οὕτω καὶ ξένοϲ ξέννοϲ.

---

Herodianus, Περὶ ὀρθογραφίας, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg011.local001/.
