Ancient Greek
ΕΚ ΤΩΝ ΗΡΩΔΙΑΝΟΥ ΠΕΡΙ ΟΠΘΟΓΡΑΦΙΑϹ ΚΑΤΑ ϹΤΟΙΧΕΙΟΝ., Ε., Section 20
Aelius Herodianus, Περὶ ὀρθογραφίας 20.1-6
Not analysed yet
εἶαρ: τὸ αἰμα καὶ εἰαροπότηϲ ὁ αἱματοπότηϲ, ὥϲ φηϲι Καλλίμαχοϲ «τὸ δ’ ἐκ μέλαν εἰαρ ἔδαπτεν »· διὰ τῆϲ ει διφθόγγου· γέγονε γὰρ παρὰ τὸ εἴω τὸ πορεύομαι τὸ τοῦ ἰέναι καὶ πορεύεϲθαι ἡμᾶϲ αἴτιον. ὡϲ γὰρ εἴλω εἰλαρ καὶ ἔδω ἔδαρ εἰδαρ, οὕτω καὶ εἶαρ.