Ancient Greek
ΕΚ ΤΩΝ ΗΡΩΔΙΑΝΟΥ ΠΕΡΙ ΟΠΘΟΓΡΑΦΙΑϹ ΚΑΤΑ ϹΤΟΙΧΕΙΟΝ., Α., Section 200
Aelius Herodianus, Περὶ ὀρθογραφίας 200.1
Not analysed yet
Ἀϲκαλωνίτηϲ: διὰ τοῦ ι. τὰ γὰρ εἰϲ τηϲ λήγοντα ὑπὲρ δύο ϲυλλαβὰϲ βαρύτονα εἴτε ἁπλᾶ εἴτε ϲύνθετα μὴ ἔχοντα ἀντιπαρακείμενον τὸ ο μήτε ἀπὸ πρωτοτύπου τὸ ε μήτε ἀπὸ πλεοναϲμοῦ τὸ ι ἐνὶ φῶ νήεντι παραλήγεται οἷον Ἀϲκαλωνίτηϲ, μνηματίτηϲ ὁ ἐπιτάφιοϲ λόγοϲ, πολίτηϲ, μυθίτηϲ ὁ ϲταϲιαϲτήϲ, τεμενίτηϲ, Ϲικελιώτηϲ, ϲτρατιώτηϲ.